# timotheus_defluviis_ggm2 702.2

Timotheus, timotheus_defluviis_ggm2, 702.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/702.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/702.2

8 Ὅτι περὶ Βαβυλῶνα γίνεται ἀσφαλτος πολλή· ἥς ἡ μὲν ὀχρὰ, καλουμένη δὲ νάρθη· ἡ δὲ ἥφρα πλησίον Εὐφράτου. Καὶ γίνονται βωλοὶ μεγάλοι ἐξ αὐτῆς, πρὸς τὰς οἰκοδομὰς ἐπιτιθέμενοι τὰς διὰ τῆς ὀπτῆς πλίνθου. Ἡ δὲ ὀχρὴ, ἡ καὶ ἄρθα, παράδοξον ἔχει τὴν φύσιν· προσαχθεὶς γὰρ ὁ ἄρθας πυρὶ πλησίον ἀναρ-παξεῖ τὸ πῦρ· κἂν ἐπιχέαις αὐτῷ σῶμα προσαγάγῃς, φλέγεται. Σβέννυται δὲ πηλῷ καὶ ὀξεῖ καὶ στυπτη-ρίᾳ καὶ ἴξῃ καὶ ὕδατι πολλῷ. Πείρας δὲ χάριν Ἀλέ-ξανδρος ἐν λουτρῷ προσέχε παιδὶ τοῦ ἄρθα καὶ προ-σήγαγε λύχνον· φλεγόμενος δ' ὁ παῖς παρ' ὀλίγον ἀπώλετο, πλὴν πολλῷ σφόδρα καταντλούντες τῷ ὕδατι ἔσβασαν.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
