# timotheus_defluviis_ggm2 705.3

Timotheus, timotheus_defluviis_ggm2, 705.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/705.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/705.3

40. Ὅτι ἡ Σιρβωνίς λίμνη ἀγχιθαδὴς ἐστιν, ἧς ἡ περίμετρος στάδιοι α. Τῇ δὲ παραλίᾳ παρατέταται μικρῷ τι πλείω τῶν σ’ σταδίων μήκος. Βαρύτατον δ’ ἔχει ὕδωρ, ὥστε μὴ δεῖν κολυμβοῦ, ἀλλὰ τὸν ἐμβάντα καὶ μέχρις ὠμφολοῦ εἴδους ἐξαιρεῖσθαι. Μέση δ’ ἐστὶν ἀσφαλτοῦ αὐτῇ· τοῦτο δ’ ἀναφυσᾶται κατὰ καιροὺς ἀτάκτους ἐκ μέσου τοῦ βάθους μετὰ πομφολύγων, ὡς ἂν ζέοντος ὕδατος· κυρτωμένη δ’ ἡ ἐπιφάνεια λόφου φαντασίαν παρέχει· συναναφέρεται δὲ καὶ ἀσβολος πολλή, καπνώδης μὲν, πρὸς δὲ τὴν ὀψιν ἀδηλος, ὅρ’ ἥς κατιοῦται χαλκός, ἄργυρος, πᾶν τὸ σιδηρῶν μέχρι καὶ χρυσοῦ· ἀπὸ δὲ τοῦ κατιοῦσθαι τὰ σκεύη γνωρίζουσιν οἱ περιικοῦντες ἄρχομένην τὴν ἀναβολὴν τοῦ ἀσφαλτοῦ καὶ παρασκευάζονται πρὸς τὴν μεταλλείαν αὐτοῦ, ποιησάμενοι σχοδίας καλαμίνας. Ἔστι δ’ ἡ ἀσφαλτος γῆς βῶλος, ὑγραινομένη ὑπὸ θερμοῦ καὶ ἀναφυσωμένη καὶ διαχεομένη· πάλιν δὲ μεταβάλλουσα εἰς πήξιν ἰσχυρὰν ὑπὸ τοῦ ψυχροῦ ὕδατος, ὥστε τομῆς καὶ κοπῆς δεῖσθαι· εἶτα ἐπιπολαζοῦσα ἡ ἀσφαλτος διὰ τὴν τοῦ ὕδατος παχύτητα κόπτεται καὶ ἀποφέρεται.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
