# timotheus_defluviis_ggm2 709.7

Timotheus, timotheus_defluviis_ggm2, 709.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/709.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/709.7

28. Ὅτι ἐν Κυνουπόλει ὁ Ἄνουις τιμᾶται, καὶ τοῖς κυσὶ τιμὴ καὶ στίσις τέτακται τῇ ἱερᾷ. 29. Ὅτι ἐν Ὀξυρύγχῳ, πόλει καὶ νομῷ ὀμωνύμῳ, τιμᾶται ὁ ὀξύρυγχος ἐν ἱερῷ σηκῷ· καίτοι καὶ τῶν ἄλλων Αἰγυπτίων κοινὴ τιμῶντων τὸν ὀξύρυγχον. Τινὰ μὲν γὰρ τῶν ζῴων ἅπαντες κοινῇ τιμῶσιν Αἰγυπτίοι, καθάπερ τῶν μὲν πεζῶν τρία, βοῦν, κύνα, αἴλουρον, τῶν δὲ πτηνῶν δύο, ἱέρακα καὶ ἰβιν, τῶν δὲ ἐνδύρων δύο, λεπιδοτὸν ἰχθὺν καὶ ὀξύρυγχον· ἄλλα δ' ἐστίν, ἃ τιμῶσι καθ' αὑτὸς ἕκαστοι, καθάπερ Σαῖται πρὸς θυσίαν καὶ Θηβαῖται, λάτον δὲ, τῶν ἐν τῷ Νείλῳ τινὰ ἰχθύν, Λατοπολίται, λύκον δὲ Λυκοπολίται, κυνοκέφαλον δὲ Ἑρμοπολίται, κῆπον δὲ Βαβυλωνίοι οἱ κατὰ Μέμφιν (ἐστὶ δ' ὁ κῆπος τὸ μὲν πρόσωπον ἔοικὼς σατύρῳ, τὰλλα δὲ κυνὸς καὶ ἄρκτου μεταξὺ, γεννᾶται δ' ἐν Αἰθιοπία), ἀετὸν δὲ Θηβαῖοι, λέοντα δὲ Λεοντοπολίται, αἴγα δὲ καὶ τράγον Μενδησίοι, μῦγαλὴν δὲ Ἀριβίται, ἄλλοι δ' ἄλλο τι.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
