# timotheus_defluviis_ggm2 710.10-711.1

Timotheus, timotheus_defluviis_ggm2, 710.10 to 711.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/710.10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/710.10

40. Ὅτι ὑπὲρ τὴν Ἐλεφαντίνην πόλιν ἐστὶν ὁ Καταράκτης. 41. Ὅτι ἐν τοῖς κατὰ Στράβωνα χρόνοις Κανδάχη τις, ἀνδριχὴ γυνὴ Αἰθιοπίσσα, ἦρξε τῶν ὑπὲρ Αἰγυπτὸν Αἰθιόπων· ἦν δὲ πεπηρωμένη τὸν ἕτερον τῶν ὀφθαλμῶν. Τὸ δὲ βασιλεῖον τῆς Κανδάχης ἦν τὰ Νάπατα, πόλις μεγάλη. 42. Ὅτι Κανδάχη πολλάκις μυριάσιν Αἰθιόπων πρὸς Πετρώνιον, Ῥωμαίων Αἰγύπτου ἄρχοντα, διεπολέμη- 32. Ὅτι ἐν τῇ Ἀβύδῳ πόλει τιμᾷσι τὸν Ὀσίριν· ἐν δὲ τῷ ἱερῷ τοῦ Ὀσιρίδος οὐκ ἔξεστιν οὔτε ψῶν οὔτε αὐλητὴν ἀπαρχεσθαι τῷ θεῷ, καθάπερ τοῖς ἄλλοις θεοῖς ἔθος. 33. Ὅτι ἐν Τεντύρᾳ πόλει διαφερόντως παρὰ τοὺς ἄλλους Αἰγυπτίους ὁ κροκόδειλος ἡτίμαται καὶ ἐχθίστος τῶν ἀπάντων θηρίων νενομίσται· καὶ ὑπ' αὐτῶν φθείρεται. 34. Ὅτι, ὥσπερ οἱ ἐν τῇ Κυρηναίᾳ Ψύλλοι Αἰθίοπες ἀντιπάθειαν ἔχουσι φυσικὴν πρὸς τὰ ἔρπετα, μηδὲν ὑπὸ ἰσδῶνων πάσχοντες, οὕτως καὶ οἱ Τεντυριταὶ οὐδὲν ὑπὸ κροκοδείλου πάσχουσιν, ἀλλὰ καὶ συγχολυμβοῦσιν αὐτοῖς. 35. Ὅτι τῶν ἑκατονταπύλων Θηβῶν, ἥ νῦν Διόσπολις καλεῖται, π' σταδίων ἦν τὸ μήκος· νῦν δὲ χωμὴδὸν οἰκεῖται. 36. Ὅτι ἡ ἀστρονομία μάλιστα κατεωρῴθη ὑπὸ Θηβαίων τῶν Αἰγυπτίων, ὧν αἰτιώτατος Ἑρμῆς ὁ Τρισμέγιστος. 37. Ὅτι αἱ παρθένοι ἱέραιαι παρ' Ἕλλησι Παλλάδες καλοῦνται. 38. Ὅτι ἐν πόλει Ἐλεφαντίνῃ κρήνη ἐστὶ, συμπάσχουσα ταῖς τοῦ Νείλου ποταμοῦ ἀναβάσεσι, συναυξομενουμένη αὐτῷ, ἐξ ἧς ταχμαίρονται τὴν εὐκαρπίαν τῆς χώρας ἢ ἀφορίαν· εἰ γὰρ πολὺς ὁ Νεῖλος ἐπέλθοι, εὐφορία γίνεται, εἰ δὲ ὀλίγος, σπάνις. Εἰσὶν οὖν ἐν τῷ τοῦ φρέατος τοίχῳ παραγραφαὶ τῆς εὐετηρίας ἢ τοῦ ἐναντίου. 39. Ὅτι ἐν Συήνῃ πόλει περὶ τὰς θερινὰς τροπὰς [κατὰ] μέσον ἡμέρας τὰ φρέατα ἄσκια φαίνεται, καὶ οἱ γνῶμονες ὡσαύτως. σεν. Ἦρξε δὲ τῶν τόπων ἐκείνων, ἔνθα ὁ Καμβύσου στρατὸς κατεχώθη ὑπὸ τῆς ἄμμου καὶ τοῦ νότου πνεύσαντος βιαίως. 42. Ὅτι τὰ τῶν Αἰθιόπων πρόβατα καὶ αἶγες καὶ βοῦς καὶ κῖνες μικρὰ πανταλῶς εἰσι. Τάχα δ’ ἐκ τούτου καὶ τοὺς Πυγμαίους τινὲς ἐμυθολόγησαν· οὐ γὰρ ἔστιν ἀληθὲς τὸ τῶν Πυγμαίων.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
