# timotheus_defluviis_ggm2 713.5-715.4

Timotheus, timotheus_defluviis_ggm2, 713.5 to 715.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/713.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/713.5

63. Ὅτι πρὸ τῆς μικρᾶς Σύρταως νήσος ἐστι Μήνινξ, ἣν καὶ φασιν εἶναι τὴν παρ’ Ὁμήρῳ τῶν Λωτοφάγων χώραν· ἔχει γὰρ πολὺ τὸ φυτὸν ἐκείνη. 64. Ὅτι ἡ πρὶν Βάρχη νῦν Πτολεμαὶς πόλις καλείται. 65. Ὅτι τὸν Κυρηναϊκὸν ὄπὸν τὸ σίλφιον ἐκφέρει. 66. Ὅτι Κυρηναῖοι σοφοὶ ἐγένοντο Ἀρίστιππος ὁ Σωκρατικός καὶ τούτου θυγάτηρ Ἀρέτη καὶ ταύτης υἱὸς Ἀρίστιππος ὁ μητροδιδάκτος καὶ Καλλίμαχος καὶ Ἐρατοσθένης καὶ Καρνεάδης ὁ Ἀκαδημαϊκὸς καὶ Ἀπολλώνιος. 67. Ὅτι ἡ Κυρηναϊκὴ χώρα πᾶσα ἀντιπάρχει τῇ Κρήτῃ νήσῳ κατὰ μῆκος παράλληλος. ΠΛΟΥΤΑΡΧΟΥ ΠΕΡΙ ΠΟΤΑΜΩΝ ΚΑΙ ΟΡΩΝ ΕΠΩΝΥΜΙΑΣ ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΟΙΣ ΕΥΡΙΣΚΟΜΕΝΩΝ. I ΥΔΑΣΠΗΣ. 1 Χρυσίππη διὰ μῆνιν Ἀφροδίτης εἰς ἐπιθυμίαν ἐμπεσούσα τοῦ γεννησάντος Ὑδάσπου καὶ μὴ στέγουσα τοὺς παρὰ φύσιν ἔρωτας, νυκτὸς βαθείας τῷ προειρημένῃ συνῆλθε, τῆς τροφῶ συνεργούσης. Κατηχηθεὶς δὲ περι τῶν συμβεβηκότων ὁ βασιλεὺς τὴν μὲν ἀνεδρεύσασαν αὐτῶν γραφὴν ζῶσαν κατέχυσεν· τὴν δὲ θυατέρα σταυρώσας διὰ λύπης ὑπερβολὴν ἐρρίψεν ταύτην εἰς ποταμὸν Ἰνδὸν, ὃς ἀπ’ αὐτοῦ Ὑδάσπης μετωνομάσθη· ἐστι δὲ τῆς Ἰνδίας νευανικὸς καταφερόμενος εἰς τὴν Σαραυικὴν Σύρτιν. 2 Γεννᾶται δὲ ἐν αὐτῷ λίθος λύγνις καλούμενος. Ἐλαιώδης δέ ἐστιν τῇ χροᾷ καὶ λευκὸς πᾶν· σελήνης δὲ αὐξομένης εὑρίσκεται πρὸς μελαφδίαν αὐλῶν· χρωται δὲ αὐτῷ οἱ ἐν ἐξοχῇ τυγχάνοντες. 3 Εὑρίσκεται δὲ αὐτοῦ παρὰ τὰς καλουμένας Πύλας βοτάνη παρόμοιος ἡλιοτροπίῳ· ταύτην λειτριδοῦντες τῷ χυλῷ τοὺς καύμασι ἀλείφονται καὶ φέρουσιν ἀκινδύνως τὴν περισσότεραν θερμότητα τῆς ἀναθυμιάσεως. 4 Οἱ δὲ ἐγχώριοι τὰς ἀσδεῖς ἀναστρεφομένας παρθένους σταυροῖς προσηλώσαντες εἰς αὐτὸν βάλλουσι, τῇ σφεῖν διαλέκτῳ τὸν Ἀφροδίτης ὕμνον ἄδοντες. Καφρούσσουσι δὲ κατ’ ἑνιαυτὸν γραφὴν κατάκριτον παρὰ

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
