# timotheus_defluviis_ggm2 720.2

Timotheus, timotheus_defluviis_ggm2, 720.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/720.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/720.2

3. Παραχεται δὲ τῷ Καυκάσιον ὄρος· ἐκαλεῖτο δὲ τὸ πρότερον Βορέου κοίτη δι' αἰτίαν τοιαύτην. Βορέας δι' ἐρωτιχὴν ἐπιθυμίαν Χιόνην ἀρπάσας τὴν Ἀρκτούρου θυγατέρα κατήνεγκεν εἰς τινα λόφον Νιφάντην καλούμενον καὶ ἐγέννησεν ἐκ τῆς προειρημένης υἱὸν Ὑρπακα τὸν διαδεξάμενον Ἠνίοχον τὸν βασιλέα. Μετανομάζθη δὲ τὸ ὄρος Κοίτη Βορέου. Προσηγορεύθη δὲ Καύκασος διὰ περίστασιν τοιαύτην. Μετὰ τὴν γιγαντομαχίαν Κρόνος ἐκκλίνων τὰς Διὸς ἀπειλὰς ἐφυγεν εἰς τὴν ἀχρώρεταν Βορέου Κοίτης· καὶ εἰς χροχόμενον μεταμορφωθείς [ἔλαθεν· ὁ δὲ Προμηθεὺς] ἕνα τῶν ἐγχωρίων ποιμένα Καύκασον ἀναταμῶν καὶ κατανοήσας αὐτοῦ τὴν διάθεσιν τῶν σπλάγχνων, εἶπεν οὐ μακρὰν εἶναι τοὺς πολεμίους. Ὁ δὲ Ζεὺς ἐπιπράνεις τὸν μὲν πατέρα δήσας πλεκτῷ ἐρίῳ κατεστρατάρωσεν· τὸ δὲ ὄρος εἰς τιμὴν τοῦ ποιμένος Καύκασον μετονομάσας, προσέδωκεν αὐτῷ τὸν Προμηθέα καὶ ἠνάγκασεν αὐτὸν ὑπὸ σπλαγχνιοφάγου ἀετοῦ βασανίζεσθαι, ὅτι παρηνόμησεν εἰς τὰ σπλάγχνα, ὡς ἱστορεῖ Κλεάνθης ἐν γ' Θεομαχίας γεγραφώς.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
