# timotheus_defluviis_ggm2 722.1

Timotheus, timotheus_defluviis_ggm2, 722.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/722.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/722.1

ρακα καλοῦσι, δόνον δὲ τόπον ἐξέχοντα, καθὼς ἱστορεῖ Κλειτοφῶν ἐν τῇ Κτισίῳ. VII ΠΑΚΤΩΛΟΣ. 1. Πακτωλὸς ποταμὸς ἐστὶ τῆς Λυδίας κατὰ πόλιν Σάρδεις. Ἐκαλεῖτο δὲ πρότερον Χρυσόρροας. Χλὸς δ᾽ Ἀπόλλωνος καὶ Ἀπαθίπτης παὶς τὴν μηχανικὴν τέχνην ἀσκήσας καὶ σπάνει βίου συνεχόμενος, νυκτὸς βαθείας τοὺς θησαυροὺς Κροίσου τοῦ βασιλέως ἀνέψεν καὶ τὸν χρυσὸν ἐκκομίζων διεῖδου τοῖς οἰκείοις κατα-διωχθεὶς δὲ ὑπὸ τῶν φρουρῶν καὶ καταληπτὸς γενο-μένος, ἑαυτὸν ἔρριψεν εἰς ποταμόν, ὃς ἀπ᾽ αὐτοῦ Χρυ-σόρροας μετωνομάσθη. Πακτωλὸς δὲ μετεκλήθη διὰ τινὸς τῆν περιστασίων. Πακτωλὸς, οἰεῖλος καὶ Λευ-κοθέος παὶς, ἐν τοῖς Ἀφροδίτης μυστηρίοις Δημοδίκην τὴν ἀδελφὴν κατ᾽ ἀγνοίαν βιασάμενος καὶ περὶ τῶν συμβεβηκότων κατηχθεὶς διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Χρυσόρροαν, ὃς ἀπ᾽ αὐτοῦ Πα-κτωλὸς προσηγορεύθη.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
