# timotheus_defluviis_ggm2 723.4-724.3

Timotheus, timotheus_defluviis_ggm2, 723.4 to 724.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/723.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/723.4

6 Γεννᾶται δὲ ἐν αὐτῷ λίθος κιστίρει παρόμοιος καὶ σπανίως εὑρίσκεται τετράκις γὰρ τῆς ἡμέρας ἀλλάσσει τὴν χροάν· βλέπεται δὲ ὑπὸ παρθένων τῶν μήπω χρόνον φρονήσεως ἔχουσιν· αἱ δὲ ὥραν ἔχουσι γάμου ἐὰν δρῶσιν αὐτόν, οὐδὲν ἀδικοῦνται παρὰ τῶν ὑβρίζειν θελόντων· καθὼς ἱστορεῖ Κλειτοφῶν.... lum reperiri narrat Strabo p. 610: ἔστι δὲ λίθος περὶ τὰ Ἄνδεια, ὃς καίόμενος σίδηρος γίνεται· εἶτα μετὰ γῆς τινος καμινευθεὶς ἀποστάζει ψευδάργυρον... Γίνεται δὲ ψευδάργυρος καὶ περὶ τὸν Τμώλον. ||— αὐτῷ] αὐτοῦ cod.; em G. || — γὰρ ἂν] γὰρ ἄν cod.; em. W. VIII ΛΥΚΟΡΜΑΣ. 1. Λυκόρμας ποταμός ἐστιν Αἰτωλίας· μετωνομάσθη δ᾽ Εὐηνος δι᾽ αἰτίαν τοιαύτην. Ἴδας, ὁ Ἀφαρέως παῖς, δι᾽ ἐρωτικὴν ἐπιθυμίαν Μάρπησσον ἀρπάσας, ἀπήνεγκεν εἰς Πλεύρωνα. Κατηχούσης δὲ περὶ τῶν συμπεδεδηγμένων ὁ Εὐηνος, ἐπεδίωκεν τὸν ἐπίβουλον τῆς ἰδίας θυγατρός· γενόμενος δὲ κατὰ Λυκόρμαν καὶ τῆς συλλήψεως ἀπελπίσας, ἑαυτὸν εἰς ποταμὸν ἔβαλεν, ὃς ἀπ᾽ αὐτοῦ Εὐηνος μετωνομάσθη. 2. Γεννᾶται δ᾽ ἐν αὐτῷ βοτάνη [σάρσα προσαγορευομένη], λόγγῃ παρόμοια, ποιοῦσα πρὸς ἀμβλυωπίας ἄριστα, [καθὼς ἱστορεῖ Ἀρχέλαος ἐν α᾽ περὶ Ποταμῶν.]

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
