# timotheus_defluviis_ggm2 727.5-728.1

Timotheus, timotheus_defluviis_ggm2, 727.5 to 728.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/727.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/727.5

2. Γεννᾶται δ' ἐν αὐτῷ λίθος πανσιλυπος καλούμενος· ὅν ἂν εὕρῃ τις πενθῶν, παύεται παραχρῆμα τῆς κατεχούσης αὐτὸν συμφορᾶς, καθὼς ἱστορεῖ Ἰάσων Βυζάντιος ἐν τοῖς Θρακικοῖς. 3. Παρακένται δ' αὐτῷ ὄρη Ῥοδόπη καὶ Αἴμος. Οὗτοι ἀδελφοὶ τυγχάνοντες καὶ εἰς ἐπιθυμίαν ἀλλήλων ἐμπεσόντες, ὁ μὲν αὐτὴν Ῥῆραν προσῃγόρευσε, δὲ τὸν ἀγαπώμενον Δία. Οἱ δ' ἀτιμούμενοι θεοὶ τὴν πρᾶξιν μισοπονήρους ἐνεγκόντες, εἰς ὀνόματα ὄρη μετέβαλον ἀμφοτέρους. 4. Γεννῶνται δ' ἐν αὐτοῖς λίθοι Φιλαδελφοι λεγόμενοι, χοραζοὶ τὴν χρόαν, ἀνθρωπόμοιμοι. Οὗτοι τεθέντες χωρὶς ἀλλήλων καὶ ὀνομασθέντες, διαλύονται παραχρῆμα καὶ ἰδιας*, καθὼς ἱστορεῖ Θρασύλλος Μενδησίος ἐν γ' περὶ Λίθων· μέμνηται δὲ τούτων ἀκριβέστερον ἐν τοῖς Θρακικοῖς.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
