# timotheus_defluviis_ggm2 728.4-729.4

Timotheus, timotheus_defluviis_ggm2, 728.4 to 729.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/728.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/728.4

2. Γεννᾶται δ' ἐν αὐτῷ λίθος αὐτόγλυφος καλούμενος· εὑρίσκεται γὰρ τετυπωμένην ἔχων τὴν μητέρα τῶν θεῶν. Τοῦτον τὸν λίθον σπανίως εὑρισκόμενον ἐὰν εὕρῃ τις [τῶν] ἀποτεμνομένων, οὐ ξενίζει, ἀλλ' εὐψύχως φέρει τὴς παρὰ φύσιν πρᾶξιν τὴν δήν, καθὼς ἱστορεῖ Ἀρετάδης ἐν τοῖς Φρυγικοῖς. 3. Παρακείται δὲ αὐτῷ ὄρος Βαλληναιὸν καλούμενον ὅπερ ἐστὶ μεθερμηνευόμενον βασιλικόν, τὴν προσηγορίαν ἔχον ἀπὸ Βαλληναιοῦ τοῦ Γανυμήδους καὶ Μηδισιγίστης παιδός. Οὗτος γὰρ τὸν γεννησάντα θεσκάμενος ἀποττχόμενον, τοῖς ἐγχωρίοις * καὶ Βαλληναιὸν ἔορτὴν κατέδειξε μέχρι νῦν καλούμενον. 4. Γεννᾶται δ' ἐν αὐτῷ λίθος καλούμενος ἀστήρ. Οὗτος εἰωθὲς νυκτὸς βαθείας πυρὸς δίχην λάμπειν τοῦ φθινοπώρου τὴν ἄρχὴν λαμβάνοντος· προσαγορεύεται δὲ τῇ διαλέκτῳ τῶν ἐγχωρίων βαλλήν, ὅπερ μεθερμηνευομένων ἐστὶ βασιλεύς, καθὼς ἱστορεῖ Ἑρμησιανὰς Κύπριος ἐν β' Φρυγικῶν. ΨΕΥΔΟΠΛΟΥΤΑΡΧΟΣ XIII. ΣΚΑΜΑΝΔΡΟΣ. 1. Σκάμανδρος ποταμός ἐστι τῆς Τρωάδος. Ἐκαλεῖτο δὲ πρότερον Ξάνθος, μετωνομάσθη δὲ δι' αἰτίαν τοιαύτην. Σκάμανδρος, Κορύβαντος καὶ Δημοδίκης παῖς, τῶν τῆς Ῥέας μυστηρίων τελουμένων αἰφνιδίως [τὴν θεὰν] θεασάμενος, ἐμμανὴς ἐγένετο καὶ μεθ' ὁρμῆς ἐπὶ Ξάνθον τὸν ποταμὸν ἐνεχθεὶς, ἑαυτὸν εἰς τοῦτον ἔβαλεν, ὃς ἀπ' αὐτοῦ Σκάμανδρος μετωνομάσθη. 2. Γεννᾶται δ' ἐν αὐτῷ βοτάνη σείστρος καλουμένη, παραπλήσιος ἐρεβίνθῳ, κόκκους δὲ ἔχει σειομένους, ὅθεν τὴν προσῃγορίαν ἔλαβεν· ταύτην οἱ κατέχοντες οὔτε φαντάσιν οὔτε θεὸν ὁρῶντα φοβοῦνται, καθὼς ἱστορεῖ Δημόστροφος ἐν β' περὶ Ποταμῶν.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
