# timotheus_defluviis_ggm2 732.4

Timotheus, timotheus_defluviis_ggm2, 732.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/timotheus/timotheus-defluviis-ggm2/732.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/timotheus/timotheus-defluviis-ggm2/732.4

1. Εὐρώτας. Ἦμερος, Ταυγέτης νύμφης καὶ Λακεδαίμονος παῖς, διὰ μῆνιν Ἀφροδίτης κατ’ ἄνοιαν ἐν πανηγύρῳ τὴν ἀδελφὴν Κλεοδίκην βιασάμενος ἐφθεῖρεν· τῇ δὲ ἐπιούσῃ τῶν ἡμερῶν κατηχθὴς περὶ τῶν συμβεβηκότων καὶ ἀθυμῶν, διὰ λύπης ὑπερδολῆν ἐρρίφεν ἑαυτὸν εἰς ποταμὸν Μαραθῶνα, δὲ ἀπ’ αὐτοῦ Ἦμερος μετωνομάσθη. Ὕστερον δὲ Εὐρώτας ἐκλήθη δι’ αἰτίαν τοιαύτην. Λακεδαιμονίων πρὸς Ἀθηναίους πολέμου ἔχοντων καὶ τὴν πανελλήνων περιμενόντων, Εὐρώτας, ὁ τῶν προειρημένων στρατηγός, καταφρονήσας πάσης δεισιδαιμονίας συνέβαλε τὴν παράταξιν, καίπερ ὑπὸ ἀστραπῶν τε καὶ κεραυνῶν καλουμένων· ἀποβαλὼν δὲ τὸ στράτευμα, καὶ λύπῃ συσχεθεὶς, ἑαυτὸν ἐρρίφεν εἰς τὸν ποταμὸν (τὸν Ἦμερον), ὃς ἀπ’ αὐτοῦ Εὐρώτας μετωνομάσθη.

---

TIMOTHEUS, timotheus_defluviis_ggm2. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003516.
