# Fragmenta 152.1

Tlg2637, Fragmenta, 152.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tlg2637/fragmenta/152.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/tlg2637/fragmenta/152.1

Cap. 26. Μετὰ δὲ ταῦτα διενεχθεὶς πρὸς Ζήνωνα Μαρκιανός, παῖς μὲν Ἀνθεμίου τοῦ Ῥώμης βασιλεύσαντος, κῆδος δὲ πρὸς Λέοντα τὸν βεβασιλευκότα πρότερον ἔχων, ἔπει τὴν νεωτέραν αὐτοῦ θυγατέρα Λεοντίαν ἐσωμιάσατο, τυραννεῖν ἐπειρᾶτο· καὶ μάχης ἰσχυρᾶς περὶ τὰ βασιλεία συρραγεῖσης καὶ πολλῶν ἐκατέρωθεν πεπτωκότων, τρέπεται τοὺς ἐναντίους ὁ Μαρκιανός, καὶ τῶν βασιλείων ἐγκρατὴς γέγονεν ἂν, εἰ μὴ τὸν καιρὸν παρήκνε, ἐς αὐρὸν τὴν πρᾶξιν ἀναβαλλόμενος· δῦπετὴς γὰρ ὁ καιρός, καὶ παρὰ πόδας μὲν ἴδων ἴσως ἀλίσκεται· ἐπὶν δὲ τὴν λαβὴν διαθράσῃ, μετεωροποιεῖ, γελᾶ τε τοὺς διώκοντας, ἐφικτὸς αὐτοῖς λοιπὸν οὐκ ἀνεχόμενος εἶναι· ὅθεν ἀμέλει οἱ πλάσται καὶ ζωγράφοι κόμην ἐμπροσθεν καθεῖντες αὐτῷ, τὴν κεφαλὴν ὁπισθεν ἐν χερὶ ἑωρᾶσιν· εὖ μάλᾳ σοφῶς αἰνιττόμενοι ὡς ὁπισθόπους μὲν τυγχάνων τῷ καθεμιμένῳ τῆς κόμης ἴσως κρατεῖται, ἐμπροσθόπους δὲ γενόμενος τέλῃ διαφεύγει, οὐκ ἔχων ὅτω κρατηθεὶς τῷ διώκοντι. Ὅπερ καὶ ἐπὶ Μαρκιανῷ γέγονε, τὸν μὲν εὐθέως αὐτῷ καιρὸν ἀπολέσαντι, ἐξευρεῖν δὲ τοῦτον λοιπὸν οὐ δυνηθέντι. Ἄνὰ γὰρ τὴν ἐξὴς πρὸς τῶν οἰκείων καταπροδοθείς, καὶ μόνος ἀποληφθεὶς πέφευγεν ἂν τὸ τέμενος τῶν ἁγίων ἀποστόλων· ἐκεῖθὲν τε πρὸς βίας ἀφελουμένος, εἰς Καισάρεαν πόλιν (εἰς τὸ Παπουρίου Καστέλλιον Theoph.) τῶν Καππαδοκῶν ἐξοικίζεται. Καὶ τισὶ μοναχοῖς συναγελαζόμενος, ὕστερον ἐφορᾶθη λαβεῖν ἐθέλων. Καὶ πρὸς τοῦ βασιλέως εἰς Ταρσὸν τῆς Κιλικίας ἐκπεμφθεὶς, καὶ τὴν κόμην ἀποθεὶς πρεσβύτερος χειροτονεῖται. Γέγραπται ταῦτα κομψῶς Εὐσταθίῳ τῷ Σύρῳ. Cf. Theophanes p. 196 sq.; qui eodem modo haec narrat post memoratam necem Theo- derichi.

---

Tlg2637, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003540.
