# Vita Procli 56.34

Tlg4075, Vita Procli, 56.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tlg4075/vita-procli/56.34
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/tlg4075/vita-procli/56.34

ματικὴν ἐπονομάζουσι, καὶ κάλλιστον τῶν τιμωμάτων αὐ- ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. γ'. λχ VII- 3 σθησων ὁψεως καὶ ἀκοῆς, αὐ δὴ καὶ πρὸς φιλοσοφίαν καὶ τὸ εὖ εἶναι παρὰ Θεῶν τοῖς ἀνθρώποις δεδωρήται, τούτων δὲ καὶ παρὰ πάντα τὸν βίον ἀνθεῖς αὐτὰ διεῖκεινον. Δευτέρα δὲ ἰσχὺς σωματική, ἀπαθὴς μὲν ὑπὸ χειμῶνων καὶ καυμάτων, ἄτρωτος δὲ καὶ ὑπὸ τῆς μοχθηρίας p. 6. καὴ ἡμελημένης διαιτῆς καὶ πόνων ἐκείνων οὓς νικῶν τε καὶ μεθ' ἡμέραν ἐξῃρτεῖ, εὐχόμενος, καὶ τὰ δόγματα ἀνελὶττων, καὶ συγγραφῶν, καὶ τοῖς ἑταίροις συγγινώσκονς, καὶ ἕκαστον οὕτως ἐντόνως διαπραττόμενος, ὡς αὐτὸ ἐκεῖνο μόνον ἐπιτηδεῖν. τὴν δὲ τοιαύτην δύναμιν εἴκοτως ἂν τις ἀνδρείαν σωματικὴν προσαγορεύσειεν. Τρίτη δὲ αὐτὴ ὑπἡρξεν ἀρετὴ σωματος, ἡ κατὰ τὴν σωφροσύνην τεταγμένη, ἣν δὴ περὶ τὸ κάλλος τὸ σωματικὸν θεωρεῖν ἀξιοῦσι, καὶ τοῦτο εὐλόγως. Καθάπερ γὰρ ἐκείνη ἐν συμφωνία καὶ ὁμολογία θεωρεῖται τῶν τῆς ψυχῆς δυνάμεων, οὕτω καὶ τὸ ἐν σώματι κάλλος ἐν συμφωνία τινὶ ὁρᾶται τῶν ὀργανικῶν αὐτοῦ μορίων. Ἰδεῖν δὴ ἦν σφόδρα ἐφάσμιος· καὶ γὰρ οὐ μόνον αὐτῷ τὰ τῆς συμμετρίας εὖ εἶχεν, ἀλλὰ γὰρ καὶ τὸ ἀπὸ τῆς ψυχῆς ἐπανθοῦν τῷ σώματι οἴονεὶ φῶς ζωτικόν, θαυμασίον ὅσον ἀπέστιλβε, καὶ οὐ P. 7. πᾶν φράσαι τῷ λόγῳ δυνατόν. Οὕτω δὲ ἦν καλὸς ἰδεῖν, ὥστε μηδένα τῶν γραφέων ἐκμικθᾶσαι αὐτοῦ τῆς ὁμοιότητος, πάσας δὲ τὰς φερομένας αὐτοῦ εἰκόνας, καίπερ καὶ αὐτὰς ψυχάλους οὔσας, ὅμως ἐτι λείπεσθαι πολλῶ εἰς μίμησιν τῆς τοῦ εἴδους ἀληθείας. Τέταρτην δὲ τὴν ὑγίειαν βούλονται μὲν ἀναλογεῖν τῇ ἐν ψυχῇ δικαιοσύνῃ, καὶ εἶναι δικαιοσύνην τινὰ καὶ ταύτην ἐν σώματι, ὡς ἐκείνην ἐν ψυχῇ. Ἡ γὰρ ἀτασθαλὶα τὰ μόρια τῆς ψυχῆς ἀπεργαζομένη, οὐκ ἄλλη τις ἐστὶν ἢ ἡ δικαιοσύνη, καὶ ἡ, ἐξ ἀτάκτων δὲ τῶν σωματικῶν στοιχείων, τεταγμένα αὐτὰ καὶ προσήκοντα ἀλλήλοις ἀποτελούσα, ὑγίεια καὶ πρὸς τῶν Ἀσκληπιαδῶν ἐπωνομάζεται. Καὶ αὕτη δὲ οὕτω καλῶς ἐν σπαργάνῳ αὐτῷ δεδημι- p. 8. ούργητο, ὥστε καὶ ἔχειν αὐτὸν εἰπεῖν, ὁσίως εἰς νόσον ὑπαχθῆναι τὸ σῶμα, ὡς δις μόνον ἢ καὶ τρίς ἐν μακρῷ βίῳ καὶ ἑτεσὶν ὅλοις πέντε καὶ ἐβδομήκοντα. Τεχνιριον δὲ τούτου ἰκανόν, ὅ καὶ αὐτὸς ἐλεύθερος ἐν τῇ

---

Tlg4075, Vita Procli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003665.
