# Vita Procli 69.1

Tlg4075, Vita Procli, 69.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tlg4075/vita-procli/69.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/tlg4075/vita-procli/69.1

ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. ιη. ιθ'. ιη. "Οδη δὲ καὶ τοὺς περὶ τῆς πολιτικῆς αὐτοῦ ἀρετῆς κεφαλαιοὺς ἐλάττοσιν οὐδὲ τῶν ἀληθῶν, πῖρας τὸ οἰκεῖον ἐπιθέντες, καὶ τῇ φιλίᾳ ἐπιστραφόμενοι, ἐπὶ τὰς καθαρικὰς μετίωμεν, ἱτέρας οὖσας παρὰ τὰς πολιτικάς. Εἰ γὰρ δὴ καὶ ταύταις ἔχον ὑπόκειται τὸ καθαίρειν πη τὴν ψυχὴν, καὶ παρασκευάζειν καθόσον οὖν τε ἀσχεῖτος προνοεῖν τῶν ἀνθρωπίνων, ἵνα καὶ τὴν ὁμοίωσιν ἔχῃ πρὸς τὸν θεόν, ὅπερ τέλος ἐστὶ τὸ ἄριστον τῆς ψυχῆς, ἀλλ' οὖ τὸν ὁμοῖον τρόπον πᾶσι χωρίζουσι, κατὰ τὸ μᾶλλον δὲ ἢ ἧττον ἑκάστοτε· ἐπεὶ καὶ αἱ πολιτικαὶ καθαρσεις τινὲς εἰσιν, αἱ καὶ μένοντας ἐπὶ τοὺς ἔχοντας ἐνταῦθα κατακοσμοῦσι καὶ ἀμείνους ποιοῦσιν, ορίζουσαι καὶ μετροῦσαι τοὺς τε θορύβους καὶ τὰς ἐπιθυμίας, καὶ ὅλως τὰ πάθη καὶ ψευδεῖς δόξας ἀφαιροῦσαι· αἱ δὲ γε ὑπὲρ ταύτας καθαρτικαὶ πάντη χωρίζουσι καὶ ἀπολύουσι τῶν τῆς γενέσεως ὅπως μολυσθόντων, καὶ ψυχὴν τῶν ἐντεύθεν ἀκώλυτον ἀπῃρᾶζονται, ὡς δὴ καὶ αὐτὰς ὁ φιλόσοφος ἐπετίδευσε παρὰ πάντα τὸν ἐν φιλοσοφίᾳ βίον, ἐν τε τοῖς λόγοις καλῶς ἐκδιδάσκων τινὲς τὲ εἰσι καὶ ὅπως τῷ ἀνθρώπῳ παραγίνονται καὶ αὐταί, καὶ ζῶν μάλιστα κατ' αὐτάς, καὶ ταῦτα πρῶτων ἑκάστοτε, ὡρ' ὧν τὸ χωρίζεσθαι συμβαίνει τῇ ψυχῇ, νύκτωρ τε καὶ μεθ' ἡμέραν ἀποτροπαῖς καὶ περιφρατηρίοις καὶ τοῖς ἄλλοις καθαρμοῖς χρώμενος, ὅτε μὲν Ὀρφικοῖς, ὅτε δὲ Χαλδαῖκοῖς, ἐπὶ θάλαιττῶν τε ἀοκινῶς ἑκάστου μέρους κατιών, ἐσθ' ὅτε δὲ δις ἢ καὶ τρις τοῦ αὐτοῦ, καὶ ταῦτα οὐκ ἀχμαζούσης μόνον αὐτῆς τῆς ἡλικίας διεκαρτερεῖ, ἀλλὰ καὶ αὐταῖς δὲ ἤδη ταῖς δυσμαῖς τοῦ βίου προσομιλῶν, ἀπαραινείπτως τὰ τοιαῦτα ἐδη ὡς νόμιμά τινα ἐξεπλήρου.

---

Tlg4075, Vita Procli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003665.
