# Vita Procli 74.5

Tlg4075, Vita Procli, 74.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tlg4075/vita-procli/74.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/tlg4075/vita-procli/74.5

κζ. Καὶ τοιάυταις μὲν ἀρεταῖς συνειθὶς ἐτι συσχολάζων τῷ φιλοσόφῳ Συριανῷ, καὶ τὰς τῶν ἀρχαιοτέρων ἐπέκων πραγματείας· τῆς δὲ Ὀρφικῆς καὶ Χαλδαϊκῆς θεολογίας στοιχεῖα ἅττα καὶ οἰονεὶ σπέρματα παρὰ τοῦ διδασκάλου λαβών, διὰ τὸ μὴ φθῆναι καὶ ἐν τοῖς ἑπεσιν αὐτῷ συγγενέσθαι (προεῖδετο μὲν γὰρ ἐξηγήσεσθαι αὐτῷ τε καὶ τῷ ἐκ τῆς Συρίας φιλοσόφῳ καὶ διαδόχῳ Δομίνῳ ὕστερα τούτων, ἤτοι τὰ Ὀρφέως ἢ τὰ λόγια, καὶ αἴρεσιν αὐτοῖς προὔτεινε τῶν ἑτέρων· ἐπειδὴ δὲ οὐ σῦνῆτησαν, οὐδὲ τὰ αὐτὰ ἐῖλοντο ἀμφοτέροι, ἀλλ' ἐκεῖνος μὲν τὰ Ὀρφέως, ὁ δὲ ἡμέτερος τὰ λόγια, τοῦτο τε αὐτὸ διέκλυσεν καὶ τὸ μὴ πολὺν ἐπιβιώσαι χρόνον τὸν μέγαν Σχολαστίκον), λαβὼν δ' οὖν, ὡς εἴρηται, παρὰ τοῦ καθηγούμενος τὰς ἀφορμάς, καὶ μετ' ἐκείνου τοῖς εἰς Ὀρφέα αὐτοῦ ὑπομνήμασιν ἐπιμελῶς ἐντυχάνων, καὶ τοῖς Πορφυρίου καὶ Ἰαμβλίου μυρίοις ὅσοις εἰς τὰ λόγια καὶ τὰ σύστοιχα τῶν Χαλδαίων συγγράμματα, αὐτοῖς τε τοῖς θείοις λογίοις ἐντεφρόμενος, ἐπὶ τὰς ἀκροτάτας τῶν ἀρετῶν, ὡς πρὸς ἀνθρωπίνην ψυχὴν, ἀνέβημεν, ὡς ὁ ἐνθους Ἰάμ-

---

Tlg4075, Vita Procli. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003665.
