# Ἅλωσις Ἰλίου 2.419-462

Tryphiodorus, Ἅλωσις Ἰλίου, Edition urn:cts:greekLit:tlg0647.tlg001.perseus-grc2, lines 2.419-2.462. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tryphiodorus/text/2.419

τὴν δὲ πατὴρ ἐνένιπεν ὁμοκλήσας ἐπέεσσι·
τίς σε πάλιν, κακόμαντι, δυσώνυμος ἤγαγε δαίμων,
θαρσαλέη κυνόμυια; μάτην ὑλάουσʼ ἀπερύκεις.
οὔπω σοι κέκμηκε νόος λυσσώδεϊ νούσῳ,
οὐδὲ παλιμφήμων ἐκορέσσαο λαβροσυνάων;
ἀλλὰ καὶ ἡμετέρῃσιν ἐπαχνυμένη θαλίῃσιν
ἤλυθες, ὁππότε πᾶσιν ἐλεύθερον ἦμαρ ἀνῆψεν
ἡμῖν Ζεὺς Κρονίδης, ἐκέδασσε δὲ νῆας Ἀχαιῶν.
οὐδʼ ἔτι δούρατα μακρὰ τινάσσεται, οὐδʼ ἔτι τόξα
ἕλκεται, οὐ ξιφέων σελαγή, σιγῶσι δʼ ὀιστοί,
ἀλλὰ χοροὶ καὶ μοῦσα μελίπνοος, οὐδʼ ἔτι νείκη,
οὐ μήτηρ ἐπὶ παιδὶ κινύρεται, οὐδʼ ἐπὶ δῆριν
ἄνδρα γυνὴ πέμψασα νέκυν δακρύσατο χήρη·
ἵππον ἀνελκόμενον δέχεται πολιοῦχος Ἀθήνη.
παρθένε τολμήεσσα, σὺ δὲ πρὸ δόμοιο θοροῦσα
ψεύδεα θεσπίζουσα καὶ ἄγρια μαργαίνουσα
μοχθίζεις ἀτέλεστα καὶ ἱερὸν ἄστυ μιαίνεις.
ἔρρʼ οὕτως· ἡμῖν δὲ χοροὶ θαλίαι τε μέλονται.
οὐ γὰρ ἔτι Τροίης ὑπὸ τείχεσι δεῖμα λέλειπται,
οὐδʼ ἔτι μαντιπόλοιο τεῆς κεχρήμεθα φωνῆς.
ὣς εἰπὼν ἐκέλευσεν ἄγειν ἑτερόφρονα κούρην
κεύθων ἐν θαλάμοισι· μόγις δʼ ἀέκουσα τοκῆι
πείθετο, παρθενίῳ δὲ περὶ κλιντῆρι πεσοῦσα
κλαῖεν ἐπισταμένη τὸν ἑὸν μόρον· ἔβλεπε δʼ ἤδη
πατρίδος αἰθομένης ἐπὶ τείχεσι μαρνάμενον πῦρ.
οἱ δὲ πολισσούχοιο θεῆς ὑπὸ νηὸν Ἀθήνης
ἵππον ἀναστήσαντες ἐυξέστων ἐπὶ βάθρων
ἔφλεγον ἱερὰ καλὰ πολυκνίσσων ἐπὶ βωμῶν·
ἀθάνατοι δʼ ἀνένευον ἀνηνύστους ἑκατόμβας.
εἰλαπίνη δʼ ἐπίδημος ἔην καὶ ἀμήχανος ὕβρις,
ὕβρις ἐλαφρίζουσα μέθην λυσήνορος οἴνου.
ἀφραδίῃ τε βέβυστο, μεθημοσύνῃ τε κεχήνει
πᾶσα πόλις, πυλέων δʼ ὀλίγοις φυλάκεσσι μεμήλει·
ἤδη γὰρ καὶ φέγγος ἐδύετο, δαιμονίη δὲ
Ἴλιον αἰπεινὴν ὀλεσίπτολις ἀμφέβαλεν νύξ.
Ἀργείῃ δʼ Ἑλένῃ πολιὸν δέμας ἀσκήσασα
ἦλθε δολοφρονέουσα πολυφράδμων Ἀφροδίτη,
ἐκ δὲ καλεσσαμένη προσέφη πειθήμονι φωνῇ·
νύμφα φίλη, καλέει σε πόσις Μενέλαος ἀγήνωρ
ἵππῳ δουρατέῳ κεκαλυμμένος, ἀμφὶ δʼ Ἀχαιῶν
ἡγεμόνες λοχόωσι τεῶν μνηστῆρες ἀέθλων.
ἀλλʼ ἴθι, μηδʼ ἔτι τοι μελέτω Πριάμοιο γέροντος
μήτʼ ἄλλων Τρώων μήτʼ αὐτοῦ Δηιφόβοιο·
ἤδη γάρ σε δίδωμι πολυτλήτῳ Μενελάῳ.

---

Tryphiodorus, Ἅλωσις Ἰλίου, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0647.tlg001.local001/.
