# Ἅλωσις Ἰλίου 2.463-507

Tryphiodorus, Ἅλωσις Ἰλίου, Edition urn:cts:greekLit:tlg0647.tlg001.perseus-grc2, lines 2.463-2.507. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tryphiodorus/text/2.463

ὣς φαμένη θεὸς αὖθις ἀνέδραμεν· ἡ δὲ δόλοισι
θελγομένη κραδίην θάλαμον λίπε κηώεντα,
καί οἱ Δηίφοβος πόσις εἴπετο· τὴν δὲ κιοῦσαν
Τρῳάδες ἑλκεχίτωνες ἐθηήσαντο γυναῖκες.
ἡ δʼ ὁπόθʼ ὑψιμέλαθρον ἐς ἱερὸν ἦλθεν Ἀθήνης,
ἔστη παπταίνουσα φυὴν εὐήνορος ἵππου.
τρὶς δὲ περιστείχουσα καὶ Ἀργείους ἐρέθουσα
πάσας ἠυκόμους ἀλόχους ὀνόμαζεν Ἀχαιῶν
φωνῇ λεπταλέῃ· τοὶ δʼ ἔνδοθι θυμὸν ἄμυσσον
ἀλγεινοὶ κατέχοντες ἐεργμένα δάκρυα σιγῇ.
ἔστενε μὲν Μενέλαος, ἐπεὶ κλύε Τυνδαρεώνης,
κλαῖε δὲ Τυδείδης μεμνημένος Αἰγιαλείης,
οὔνομα δʼ ἐπτοίησεν Ὀδυσσέα Πηνελοπείης,
Ἄντικλος δʼ ὅτε κέντρον ἐδέξατο Λαοδαμείης,
μοῦνος ἀμοιβαίην ἀνεβάλλετο γῆρυν ἀνοίξας·
ἀλλʼ Ὀδυσεὺς κατέπαλτο καὶ ἀμφοτέρῃς παλάμῃσιν
ἀμφιπεσὼν ἐπίεζεν ἐπειγόμενον στόμα λῦσαι.
μάστακα δʼ ἀρρήκτοισιν ἀλυκτοπέδῃσι μεμαρπὼς
εἶχεν ἐπικρατέως· ὁ δʼ ἐπάλλετο χερσὶ πιεσθείς,
φεύγων ἀνδροφόνοιο πελώρια δεσμὰ σιωπῆς.
καὶ τὸν μὲν λίπεν ἆσθμα φερέσβιον· οἱ δέ μιν ἄλλοι
δάκρυσι λαθριδίοισι κατακλαύσαντες Ἀχαιοὶ
κοῖλον ἀποκρύψαντες ἐς ἰσχίον ἔνθεσαν ἵππου
καὶ χλαῖναν μελέεσσιν ἐπὶ ψυχροῖσι βαλόντες.
καί νύ κεν ἄλλον ἔθελγε γυνὴ δολόμητις Ἀχαιῶν,
εἰ μή οἱ βλοσυρῶπις ἀπʼ αἰθέρος ἀντήσασα
Παλλὰς ἐπηπείλησε, φίλου δʼ ἐξήγαγε νηοῦ
μούνῃ φαινομένη, στερεῇ δʼ ἀπεπέμψατο φωνῇ·
δειλαίη, τέο μέχρις ἀλιτροσύναι σε φέρουσι
καὶ πόθος ἀλλοτρίων λεχέων καὶ Κύπριδος ἄτη;
οὔποτε δʼ οἰκτείρεις πρότερον πόσιν οὐδὲ θύγατρα
Ἑρμιόνην ποθέεις; ἔτι δὲ Τρώεσσιν ἀρήγεις;
χάζεο καὶ θαλάμων ὑπερώιον εἰσαναβᾶσα
σὺν πυρὶ μειλιχίῳ ποτιδέχνυσο νῆας Ἀχαιῶν.
ὣς φαμένη κενεὴν ἀπάτην ἐκέδασσε γυναικός.
καὶ τὴν μὲν θαλαμόνδε πόδες φέρον· οἱ δὲ χοροῖο
παυσάμενοι καμάτῳ ἀδδηκότες ἤριπον ὕπνῳ.
καὶ δή που φόρμιγξ ἀνεπαύσατο, κεῖτο δὲ κάμνων
αὐλὸς ἐπὶ κρητῆρι, κύπελλα δὲ πολλὰ χυθέντα
αὐτομάτως ῥείεσκε καθελκομένων ἀπὸ χειρῶν.
ἡσυχίη δὲ πόλιν κατεβόσκετο, νυκτὸς ἑταίρη,
οὐδʼ ὑλακὴ σκυλάκων ἠκούετο, πᾶσα δὲ σιγὴ
εἱστήκει καλέουσα φόνον πνείουσαν ἀυτήν.
ἤδη δὲ Τρώεσσιν ὀλέθριον εἷλκε τάλαντον
Ζεὺς ταμίης πολέμοιο, μόγις δʼ ἐλέλιξεν Ἀχαιούς·

---

Tryphiodorus, Ἅλωσις Ἰλίου, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0647.tlg001.local001/.
