# Ἅλωσις Ἰλίου 2.49-94

Tryphiodorus, Ἅλωσις Ἰλίου, Edition urn:cts:greekLit:tlg0647.tlg001.perseus-grc2, lines 2.49-2.94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tryphiodorus/text/2.49

οἱ δὲ βαρυζήλοιο θεοπροπίῃς Ἑλένοιο
αὐτίκα μηκεδανοῖο μόθου τέλος ἠρτύναντο.
καὶ Σκῦρον μὲν ἔβαινε λιπὼν εὐπάρθενον ἄστυ
υἱὸς Ἀχιλλῆος καὶ ἐπαινῆς Δηιδαμείης·
μήπω δʼ εὐφυέεσσιν ἰουλίζων κροτάφοισιν
ἀλκὴν πατρὸς ἔφαινε νέος περ ἐὼν πολεμιστής.
ἦλθε δὲ καὶ Δαναοῖσιν ἑὸν βρέτας ἁγνὸν ἄγουσα
ληιστὴ μὲν ἐοῦσα, φίλοις δʼ ἐπίκουρος Ἀθήνη.
ἤδη καὶ βουλῇσι θεῆς ὑποεργὸς Ἐπειὸς
Τροίης ἐχθρὸν ἄγαλμα πελώριον ἵππον ἐποίει.
καὶ δὴ τέμνετο δοῦρα καὶ ἐς πεδίον κατέβαινεν
Ἴδης ἐξ αὐτῆς, ὁπόθεν καὶ πρόσθε Φέρεκλος
νῆας Ἀλεξάνδρῳ τεκτήνατο, πήματος ἀρχήν.
ποίει δʼ εὐρυτάτῃς μὲν ἐπὶ πλευρῇς ἀραρυῖαν
γαστέρα κοιλήνας, ὁπόσον νεὸς ἀμφιελίσσης
ὀρθὸν ἐπὶ στάθμην μέγεθος τορνώσατο τέκτων.
αὐχένα δὲ γλαφυροῖσιν ἐπὶ στήθεσσιν ἔπηξε
ξανθῷ πορφυρόπεζαν ἐπιρρήνας τρίχα χρυσῷ·
ἡ δʼ ἐπικυμαίνουσα μετήορος αὐχένι κυρτῷ
ἐκ κορυφῆς λοφόεντι κατεσφρηγίζετο δεσμῷ.
ὀφθαλμοὺς δʼ ἐνέθηκε λιθώπεας ἐν δυσὶ κύκλοις
γλαυκῆς βηρύλλοιο καὶ αἱμαλέης ἀμεθύσσου·
τῶν δʼ ἐπιμισγομένων διδύμης ἀμαρύγματι χροιῆς
γλαυκῶν φοινίσσοντο λίθων ἑλίκεσσιν ὀπωπαί.
ἀργυφέους δʼ ἐχάραξεν ἐπὶ γναθμοῖσιν ὀδόντας
ἄκρα δακεῖν σπεύδοντας ἐυστρέπτοιο χαλινοῦ·
καὶ στόματος μεγάλοιο λαθὼν ἀνέῳξε κελεύθους
ἀνδράσι κευθομένοισι παλίρροον ἆσθμα φυλάσσων,
καὶ διὰ μυκτήρων φυσίζοος ἔρρεεν ἀήρ.
οὔατα δʼ ἀκροτάτοισιν ἐπὶ κροτάφοισιν ἄρηρεν
ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα μένειν σάλπιγγος ἀκουήν.
νῶτα δʼ ὁμοῦ λαγόνεσσι συνήρμοσε καὶ ῥάχιν ὑγρήν,
ἰσχία δὲ γλουτοῖσιν ὀλισθηροῖσι συνῆψε.
σύρετο δὲ πρυμνοῖσιν ἐπʼ ἴχνεσιν ἔκλυτος οὐρὴ
ἄμπελος ὣς γναμπτοῖσι καθελκομένη θυσάνοισιν.
οἱ δὲ πόδες βαλίοισιν ἐπερχόμενοι γονάτεσσιν
εὔπτερον ὥσπερ ἔμελλον ἐπὶ δρόμον ὁπλίζεσθαι,
οὕτως ἠπείγοντο· μένειν δʼ ἐκέλευεν ἀνάγκη.
οὐ μὲν ὑπὸ κνήμῃσιν ἀχαλκέες ἔξεχον ὁπλαί,
μαρμαρέης δʼ ἑλίκεσσι κατεσφήκωντο χελώνης
ἁπτόμεναι πεδίοιο μόγις κρατερώνυχι χαλκῷ.
κληιστὴν δʼ ἐνέθηκε θύρην καὶ κλίμακα τυκτήν,
ἡ μὲν ὅπως ἀίδηλος ἐπὶ πλευρῇς ἀραρυῖα
ἔνθα καὶ ἔνθα φέρῃσι λόχον κλυτόπωλον Ἀχαιῶν,
ἡ δʼ ἵνα λυομένη τε καὶ ἔμπεδον εἰς ἓν ἰοῦσα
εἴη σφιν καθύπερθεν ὁδὸς καὶ νέρθεν ὀροῦσαι.

---

Tryphiodorus, Ἅλωσις Ἰλίου, ed. A. W. Mair. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0647.tlg001.local001/.
