# Περὶ τρόπων α'. ΠΕΡΙ ΜΕΤΑΦΟΡΑΣ.

Tryphon I Grammaticus, Περὶ τρόπων, α'. ΠΕΡΙ ΜΕΤΑΦΟΡΑΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tryphon-i-grammaticus/text/%CE%B1'.%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%9C%CE%95%CE%A4%CE%91%CE%A6%CE%9F%CE%A1%CE%91%CE%A3.

Μεταφορά ἐστι λέξις μεταφερομένη ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον ἐμφάσεως ἢ ὁμοιώσεως ἕνεκα, ἐμφάσεως μέν, οἷον αἰχμὴ δὲ διέσσυτο μαιμώωσα. ἡ γὰρ μαιμώωσα λέξις, ὅπερ ἐστὶ προθυμουμένη, ἰδίως ἐπὶ ἐμψύχου τασσομένη νῦν ἐπὶ ἀψύχου τοῦ δόρατος τέτακται· ὁμοιώσεως δὲ πάντες δ᾽ ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης· καὶ οὔρεος ἐν κορυφῇσι. πόδες γὰρ καὶ κορυφαὶ ἐπ᾽ ἀνθρώπων ῥηθεῖεν ἄν, ἐπὶ δὲ ὄρους ὑπώρειαι καὶ ἀκρώρειαι. γίνεται δὲ ἡ μεταφορὰ τετραχῶς, ἀπὸ ἐμψύχων ἐπὶ ἔμψυχα, οἷον ποιμένα λαῶν, ἄμφω γὰρ ἔμψυχα. ἀπὸ ἀψύχων ἐπὶ ἄψυχα, οἷον σπέρμα πυρὸς σώζων. ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα, οἷον ἐν γαίῃ ἵστατο λιλαιομένη χροὸς ἆσαι· καὶ κυλίνδετο λᾶας ἀναιδής· ἀπὸ ἀψύχων ἐπὶ ἔμψυχα, οἷον ἄσβεστος δ᾽ ἀνῶρτο γέλως μακάρεσσι θεοῖσι.

---

Tryphon I Grammaticus, Περὶ τρόπων, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0609.tlg001.local001/.
