# Περὶ τρόπων ε'. ΠΕΡΙ ΟΜΟΙΩΣΕΩΣ.

Tryphon I Grammaticus, Περὶ τρόπων, ε'. ΠΕΡΙ ΟΜΟΙΩΣΕΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tryphon-i-grammaticus/text/%CE%B5'.%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%9F%CE%9C%CE%9F%CE%99%CE%A9%CE%A3%CE%95%CE%A9%CE%A3.

Ὁμοίωσίς ἐστι ῥῆσις, καθ᾽ ἣν ἕτερον ἑτέρῳ παραβάλλομεν, εἴδη δὲ αὐτῆς εἰσι τρία, εἰκών, παράδειγμα, παραβολή. εἰκών ἐστι λόγος ἐναργῶς ἐξομοιοῦν πειρώμενος διὰ τοῦ παραλαμβανομένου, πρὸς ὃ παραλαμβάνεται, οἷον ἠΰτε βοῦς ἀγέλῃφι μέγ᾽ ἔξοχος ἔπλετο πάντων. παρέπεται δὲ τῇ εἰκόνι μέγεθος, σχῆμα, χρῶμα. εἰκονίζεται δὲ ἤτοι ὅλα πρὸς ὅλα, οἷον περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη. ἢ μέρη πρὸς μέρη, οἷον Ἄρεϊ μὲν ζώνην, στέρνον δὲ Ποσειδάωνι· σχῆμα δὲ πρὸς σχῆμα, οἷον ἠΰτε ἔθνεα εἶσι μελισσάων ἀδινάων· χρῶμα δὲ πρὸς χρῶμα, οἷον ὥς δ᾽ ὅτε τίς τ᾽ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ. μέγεθος δὲ πρὸς μέγεθος, οἷον Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ ὡς ἱστὸς νηὸς ἐεικοσόροιο· παράδειγμά ἐστι τοῦ προγεγονότος πράγματος παρένθεσις καθ᾽ ὁμοιότητα τῶν ὑποκειμένων πρὸς παραίνεσιν προτροπῆς ἢ ἀποτροπῆς ἕνεκεν· προτροπῆς μέν, οἷον οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης, πάντας ἐπ᾽ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅς οἱ πατέρα κλυτὸν ἔκτα; ἀποτροπῆς δέ, οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόεργος δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζε· διαφέρει δὲ παράδειγμα παραβολῆς, ὅτι τὸ μὲν παράδειγμα ἀπὸ γεγονότων πραγμάτων παραλαμβάνεται, ἡ δὲ παραβολὴ ἐξ ἀορίστων καὶ ἐνδεχομένων γενέσθαι. Παραβολή ἐστι λόγος διὰ παραθέσεως ὁμοίου πράγματος τὸ ὑποκείμενον μετ᾽ ἐνεργείας παριστάνων, οἷον κινήθη δ᾽ ἀγορή, ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο· γίνονται δὲ αἱ παραβολαὶ τετραχῶς, ἤτοι πάθους πάθει διαθέσεως διαθέσει ἢ φύσεως φύσει ἢ πράξεως πράξει. πάθους μὲν οὖν πάθει, ὡς δ᾽ ὅταν ἀσπασίως· διαθέσεως δὲ διαθέσει, ὡς δ᾽ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη, ὣς αὖθις καθ᾽ ὅμιλον ἔδυ Τρώων ἀγερώχων. φύσεως δὲ φύσει, οἷον οἵη περ φύλλων γενεή, τοιήδε καὶ ἀνδρῶν. πράξεως δὲ πράξει, οἱ δ᾽ ὡς ἀμητῆρες ἐναντίοι ἀλλήλοισι.

---

Tryphon I Grammaticus, Περὶ τρόπων, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0609.tlg001.local001/.
