# Περὶ τρόπων η'. ΠΕΡΙ ΟΝΟΜΑΤΟΠΟΙΙΑΣ.

Tryphon I Grammaticus, Περὶ τρόπων, η'. ΠΕΡΙ ΟΝΟΜΑΤΟΠΟΙΙΑΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tryphon-i-grammaticus/text/%CE%B7'.%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%9F%CE%9D%CE%9F%CE%9C%CE%91%CE%A4%CE%9F%CE%A0%CE%9F%CE%99%CE%99%CE%91%CE%A3.

Ὀνοματοποιΐα ἐστὶ λέξις κατὰ παραγωγὴν τοῦ καθωμιλημένου ἐξενηνεγμένη, λέγεται δὲ ὀνοματοποιΐα ἑπταχῶς· κατὰ ἐτυμολογίαν, κατὰ ἀναλογίαν, κατὰ παρονομασίαν, κατὰ σύνθεσιν, κατὰ ἐναλλαγήν, κατὰ διαίρεσιν, κατὰ πεποιημένον. κατὰ μὲν ἐτυμολογίαν εὐλαβῆ λίθον τὸν εὔληπτον. κατὰ δὲ ἀναλογίαν, ὡς παρὰ Σοφοκλεῖ γερονταγωγῶ κἀναπαιδεύω πάλιν· ἀναλόγως γὰρ τὸ γερονταγωγεῖν συνήθους ὄντος τοῦ παιδαγωγεῖν εἴληπται. κατὰ παρονομασίαν χρυσῶ ἀπὸ τοῦ χρυσοῦ· οὕτως ὠνόμασται καὶ παρ᾽ Αἰσχύλῳ μελλώ· χρονίζομεν γὰρ ὧδε τῆς μελλοῦς χάριν. κατὰ σύνθεσιν, ὡς τὸ ποδάρκης δῖος Ἀχιλλεὺς καὶ νεφεληγερέτα Ζεύς. κατ᾽ ἐναλλαγήν, ὡς ὅταν ἐπὶ συνθέτων ὀνομάτων ἐναλλάξῃ τις τὸ καθωμιλημένον, ὡς παρὰ Σοφοκλεῖ, οἱ γὰρ γύνανδροι, καὶ λέγειν ἠσκηκότες, ἀντὶ τοῦ οἱ ἀνδρόγυνοι. κατὰ διαίρεσιν δέ, ὡς εἴ τις τὸ σύνθετεν καταδιέλοι, ὡς παρὰ τῷ ποιητῇ ἀκρόπολιν πόλιν ἄκρην. πεποιημένον, ὡς τὸ τετριγῶτας καὶ κελαρύζει, καὶ λάψοντες γλώσσῃσι.

---

Tryphon I Grammaticus, Περὶ τρόπων, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0609.tlg001.local001/.
