# Περὶ τρόπων ιθ'. ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ.

Tryphon I Grammaticus, Περὶ τρόπων, ιθ'. ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tryphon-i-grammaticus/text/%CE%B9%CE%B8'.%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%95%CE%99%CE%A1%CE%A9%CE%9D%CE%95%CE%99%CE%91%CE%A3.

Εἰρωνεία ἐστὶ λόγος διὰ τοῦ ἐναντίου τὸ ἐναντίον μετά τινος ἠθικῆς ὑποκρίσεως δηλῶν, ὡς παρ᾽ Εὐριπί-. δῃ ἡ Μήδεια τὸν πολλὰ ἠδικηκότα Ἰάσονα μακαρίαν αὐτήν φησι πεποιηκέναι, ὁμοίως δὲ καὶ Τηλέμαχος πρὸς ἕνα τῶν μνηστήρων φησὶν Ἀντίνο᾽ ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος. οὐ γὰρ ὁ Ἀντίνοος ὡς πατὴρ ἐφρόντιζεν αὐτοῦ. τοὐναντίον μὲν οὖν καὶ ἐβούλετο ἀποκτεῖναι αὐτόν. καὶ ὅταν ὁ Ὀρέστης φησὶ Τυνδαρέῳ, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ· ὁ τὰς κακίστας φύσας. τῆς δὲ εἰρωνείας τὸ μὲν ἐπὶ τῶν πέλας λέγεται, τὸ δὲ ἐφ᾽ ἡμῶν αὐτῶν· τὸ μὲν οὖν ἐπὶ τῶν πέλας καλεῖται μυκτηρισμὸς καὶ χλευασμός, τὸ δὲ ἐφ᾽ ἡμῶν ἀστεϊσμός.

---

Tryphon I Grammaticus, Περὶ τρόπων, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0609.tlg001.local001/.
