# Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων ε'. ΥΠΕΡΒΑΤΟΝ.

Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων, ε'. ΥΠΕΡΒΑΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tryphon-ii-grammaticus/text/%CE%B5'.%20%CE%A5%CE%A0%CE%95%CE%A1%CE%92%CE%91%CE%A4%CE%9F%CE%9D.

Ὑπερβατόν ἐστι φράσις ἀναμέσον τὰ ἑξῆς ἔχουσα, γίνονται δὲ τὰ ὑπερβατὰ ἐν εἴδεσι δυσίν, εἴτε ἐν λέξει, οἷον πάντη γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον. ἔστι δὲ καὶ ἐν συνθέτοις λέξεσιν ὑπερβατὰ γινόμενα, οἷον νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος ἠελίοιο ἤσθιον· ἀντὶ τοῦ κατήσθιον. τὰ δ᾽ ἐν λόγῳ γινόμενα ἔχει οὕτως παρ᾽ Ὁμήρῳ, ὣς ἔφατ᾽· Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον· ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν— μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο. τὸ γὰρ ἑξῆς οὕτως ἀποδίδοται, ὣς ἔφατο, Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον μῦθον ἐπαινήσαντες. ἔνιοι δὲ καὶ ἐν ταῖς συλλαβαῖς ὑπερβατὰ πεποιήκασιν, ὡς καὶ Σιμωνίδης ἐν ἐπιγράμμασιν, Ἑρμῆν τόνδ᾽ ἀνέθηκε Δημήτριος, ὄρθια δ᾽ οὐκ ἐν προθύροις, ἀντὶ τοῦ οὐκ ὄρθια δέ.

---

Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1763.tlg001.local001/.
