# Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων κ'. ΑΜΦΙΒΟΛΙΑ.

Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων, κ'. ΑΜΦΙΒΟΛΙΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tryphon-ii-grammaticus/text/%CE%BA'.%20%CE%91%CE%9C%CE%A6%CE%99%CE%92%CE%9F%CE%9B%CE%99%CE%91.

Ἀμφιβολία ἐστὶ φράσις δύο ἢ πλείονας ἐννοίας σημαίνουσα, οἷον χεῖρας ἐπ᾽ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου, ἄδηλον γάρ, πότερον τὰς τοῦ Πατρόκλου χεῖρας λέγει, ἢ τοῦ Ἀχιλλέως, καὶ τὰ ἐπὶ τοῦ Ἑρμοῦ εἰρημένα· σεύατ᾽ ἔπειτ᾽ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς· ὅστε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ· ληπτέον, ἵν ᾖ πυκινὰ ἀγρώσσων ἢ πυκινὰ πτερὰ δεύεται ἅλμῃ. κήρυκες δ᾽ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστά, τοῦ θεῶν δυναμένου κεῖσθαι ἐπί τε τῶν κηρύκων καὶ τῆς πόλεως καὶ τῶν ἱερῶν, ἐπεὶ ἡ Ἴλιος τετείχισται ὑπὸ τῶν θεῶν. διὸ καὶ πολλάκις αὐτὴν λέγει Ἴλιον ἱρήν. καὶ πάλιν Τρῆχόν τ᾽ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε· καὶ ὁμοίως, δεινὸν δ᾽ ἀμφ᾽ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα· γίνεται δὲ ἡ ἀμφιβολία λέξει, ὡς Αἴας· ἄδηλον γάρ, τίς τῶν δύο. καὶ λόγῳ δὸς δέ γέ μ᾽ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν.

---

Tryphon II Grammaticus, Γρηγορίου τοῦ Κορινθίου περὶ τρόπων, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1763.tlg001.local001/.
