# Fragmenta 11-12

Tyrtaeus, Fragmenta, 11 to 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tyrtaeus/fragmenta/11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/tyrtaeus/fragmenta/11

Ἀλλ’ Ἡρακλῆος γὰρ ἀνικήτου γένος ἐστέ, θαρσεῖτ’, οὔπω Ζεὺς αὐχένα λοξὸν ἔχει· μηδ’ ἀνδρῶν πληθὺν δειμαίνετε, μηδὲ φοβεῖσθε, ἰθὺς δ’ εἰς προμάχους ἀσπίδ’ ἀνὴρ ἐχέτω, ἐχθρὰν μὲν ψυχὴν θέμενος, θανάτου δὲ μελαίνας κῆρας ὑμῶς αὐγαῖς ἠελίοιο φίλας. ἴστε γὰρ Ἄρηος πολυδακρύου ἔργ’ ἀΐδηλα· εὖ δ’ ὀργὴν ἐδάητ’ ἀργαλέου πολέμου, καὶ θαμὰ φευγόντων τε διωκόντων τε γέγευσθε, Οὔτ’ ἂν μνησαίμην οὔτ’ ἐν λόγῳ ἄνδρα τιθείμην Αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν. Πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου.

---

Tyrtaeus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003553.
