# Fragmenta 5

Tyrtaeus, Fragmenta, 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/tyrtaeus/fragmenta/5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/tyrtaeus/fragmenta/5

Ἡμετέρῳ βασιλῆϊ, θεοῖσι φίλῳ Θεοπόμπῳ, ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον, Μεσσήνην ἀγαθὴν μὲν ἀροῦν, ἀγαθὴν δὲ φυτεύειν· ἀμφ’ αὐτὴν δ’ ἐμάχοντ’ ἐννεακαίδεκ’ ἔτη νωλεμέως αἰεί, ταλασίφρονα θυμὸν ἔχοντες, αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες· Ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας πρεσβυγενέας τε γέροντας· ἔπειτα δὲ δημότας ἄνδρας μυθεῖσθαί τε τὰ καλὰ καὶ ξρδεῖν πάντα δίκαια, δήμου δὲ πλήθει νίκην καὶ κάρτος ἕπεσθαι. Fr. 5 Tria fragm. in unum coniunxi, et primum quidem alterum‐ que iam Buttman copulavit. V. 1 et 2. Pausan. IV 6, 2: Οὗτος δὲ ὁ Θεόπομπος ἦν καὶ ὁ πέρας ἐπιθεὶς τῷ πολέμῳ· μαρτυρεῖ δέ μοι καὶ τὰ ἐλεγεῖα τῶν Τυρταίων λέγοντα· Ἡμετέρῳ κτλ. — V. 3. servavit Schol. ad Plat. p. 448 ed. Bekk.: Ἀφικόμενος δὲ οὗτος (Τυρταῖος) εἰς Λακεδαίμονα καὶ ἐπίπνους γενόμενος συνεβούλευσεν αὐτοῖς ἀνελέσθαι τὸν πρὸς Μεσσηνίους πόλεμον, προτρέπων παντοίως· ἐν οἷς καὶ τὸ φερόμενον εἰπεῖν ἔπος· Μεσσήνην ἀγαθὸν μ. ἀ. ἀγαθὸν δὲ φ. et similitter idem p. 388 et Olympiod. in Alcib. I 162. (Olymp. etiam φυτεῦσαι.) — ἀγαθὴν pro ἀγαθὸν bis scripsit Buttman. Respicit huc Strabo VIII 366. — V. 4...8. Strabo affert VI 279: Μεσσήνῃ δὲ ἑάλω πολεμηθεῖσα ἐννεακαίδεκα ἔτη, καθάπερ καὶ Τύρταιός φησι· Ἀμφ’ αὐτὴν κτλ. Adde Pausan. IV 15, 2, ubi versus 4. 5. 6, et IV 13, 4, ubi v. 7 et 8 leguntur. — V. 4. ἀμφ’ αὐτὴν Pausan., ἄμφω τώδ’ Str. — V. 6. αἰχμηταί, Strabonis libri αἰχμητάς et deinde ἢ μητέρων. Re‐

---

Tyrtaeus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003553.
