Ancient Greek
Περὶ δυνατοῦ. to 11 Περὶ ἐν δόξου.
Valerius Apsines, Ars rhetorica Περὶ δυνατοῦ.-11 Περὶ ἐν δόξου.
Not analysed yet
Τὸ δυνατὸν ἐκ τῶν ἐκτὸς μάλιστα κατασκευάζεται, φίλων, χρημάτων, συμμάχων, τόπου, καιροῦ, θεῶν εὐνοίας. κατασκευάζεται δὲ καὶ ἐκ παραδειγμάτων, ὅτι καὶ πρότερον οὐκ ἐλάττονας πολέμους εὖ ἔθεντο. τελεία δὲ κατασκευὴ δυνατοῦ, εἰ δείξαιμεν, ὅτι καὶ ἡμεῖς ἰσχυροὶ καὶ οἱ πολέμιοι ἀσθενεῖς, ὡς ἐν Φιλιππικοῖς πολλαχοῦ. Τὸ ἔνδοξον κατασκευάζεται ἀπὸ τοῦ ταῖς τῶν πολλῶν διανοίαις συντρέχειν.