# Ars rhetorica 1-3

Valerius Apsines, Ars rhetorica, ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/valerius-apsines/ars-rhetorica/1-3

Ὅτι μὲν αἱ διηγήσεις πραγμάτων γενομένων ἐκθέσεις, 5 καὶ ὅτι μάλιστα πιθανότητος καὶ σαφηνείας δεῖ ἐν διηγήσει, καὶ ὅτι διττὸν τὸ γένος τῶν διηγήσεων, τὸ μὲν διὰ ψιλῶν πραγμάτων, τὸ δὲ μετὰ διανοιῶν ἐξεταζομένων καὶ κατασκευῶν προστιθεμένων, ἑτέροις λέγειν ἀφίημι, καὶ ὅτι αἱ μὲν ἱστορικαί, ὧν πολὺ εἶδος ἐν συγγραφαῖς, αἱ δὲ ἀγωνιστικαὶ οἷον παρὰ τοῖς πολιτικοῖς. ἔλθοιεν δʼ ἄν ποτε καὶ ἱστορικαὶ πρὸς πολιτικόν. ἔσται μὲν πολιτικὸς ὁ λόγος, δεῖ δὲ τὸ ὕπτιον αὐτῶν ἐπανορθοῦσθαι διὰ τῶν γοργῶν σχημάτων. ἐῶ δὲ κἀκεῖνο λέγειν, ὅτι ὁ μὲν Λυσίας κατὰ ὄρθωσιν ἀνηπλωμένως τὰς διηγήσεις, ὁ δὲ Δημοσθένης πλαγιάζων μετʼ ἐννοίας εἰσάγει, καὶ ὁ μὲν ψιλάς, ὁ δὲ συμπερινοῶν τι αὐταῖς. εἰ δὲ δὴ βούλει κἀκεῖνο μαθεῖν, ὅτι πρώταις διηγήσεσιν οὐ χρὴ προεκκενοῦν τὰ πράγματα, ἀλλὰ συμμέτρως, καὶ ὅτι ἐνίοτε οὐ διηγητέον, ὅταν καθʼ ἡμῶν ἡ διήγησις ᾖ, ὅταν δὲ τὰ μὲν τῶν πραγμάτων ὑπὲρ ἡμῶν ᾖ, τὰ μὲν ὑπὲρ ἡμῶν διηγητέον, τὰ δὲ καθʼ ἡμῶν ἐν ταῖς ἀντιθέσεσι, τηρητέον καὶ λυτέον ἔτι γε μὴν ἐκεῖνο εἰδέναι ἄξιον, ὅτι διήγησις τοῦ ἀφηγηματικοῦ τούτῳ διαφέρει, ὅτι ἡ μὲν διήγησίς ἐστιν αὐτῶν τῶν γεγονότων ἐν τῷ πράγματι τῷ κρινομένῳ ἀφήγησις, τὸ δὲ ἀφηγηματικὸν πολλάκις κἀν τοῖς κεφαλαίοις τίθεται, ὅταν ᾖ ἐκ παραδειγμάτων, ἢ λύσιν γεγονότων τιθέντες ἀφηγηματικῷ σχήματι εἰσάγωμεν. εἰδέναι δὲ χρή, ὅτι καταστάσεως ἀφήγησις ταύτῃ διενήνοχεν , ὅτι ἡ μὲν ἀφήγησίς ἐστιν αὐτῶν τῶν γεγονότων ἔκθεσις, ἡ δὲ κατάστασις ἐξἰδίας 5 ἐννοίας τοῦ λέγοντος καὶ τὰ ἀντιπίπτοντα προαναιρ εῖ ἐκ τῆς τῶν ἀκουόντων ἐννοίας· καὶ ἡ μὲν διδάσκει τὸ πρᾶγμα, ἡ δὲ προκαθίστησι τοὺς ἀκροατὰς πῶς δεῖ ἀκούειν τῶν πραγμάτων.

---

Valerius Apsines, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2027.tlg001.local001/.
