# Ars rhetorica 1-4

Valerius Apsines, Ars rhetorica, ΠΕΡΙ ΛΥΣΕΩΝ ΑΝΤΙΘΕΣΕΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/valerius-apsines/ars-rhetorica/1-4

6 Τῶν ἀντιθέσεων αἱ μέν εἰσιν ἔντεχνοι, αἱ δὲ ἄτεχνοι. ἄτεχνοι μὲν οὖν ὅσαι ἢ ἀπὸ γεγονότων ἢ ἀπὸ ἐγγράφων τίθενται. ἀπὸ γεγονότων μὲν ὡς ἐκεῖναι, ὅσαι ἀπὸ παραδειγμάτων, οἷον ὡς ἐν τῷ κατὰ Μειδίου· ,,ἀπήγγελλε τοίνυν τίς μοι περιϊόντα αὐτὸν συυλλέγειν καὶ πυνθάνεσθαι, τίσι πώποτε συμβέβηκεν ὑβρισθῆναι καὶ λέγειν τούτους καὶ διηγεῖσθαι πρὸς ὑμᾶς μέλλειν, οἷον τὸν πρόεδρον καὶ τὰ ἑξῆς ἀπὸ ἐγγράφων δέ, ὅταν ἢ νόμος ἢ ψήφισμα ἡμῖν ἀντιτεθῇ. ἄτεχνοι δὲ αἱ τοιαῦται καλοῦνται, διότι οὐκ ἐξ ἰδίας ἐπινοίας εὑρίσκει ταύτας ὁ ῥήτωρ, ἐξ ὡρισμένων δὲ καὶ γεγονότων ἔχει τὴν ὕλην. ἔντεχνοι δὲ καλοῦνται, ὅσας εὑρὼν αὐτὸς ὁ ῥήτωρ εὑρὼν ἀντιτίθησιν ἡμῖν, οἷον ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,ἀλλά, νὴ Δία, φήσει ὡς ἐκ τοῦ νόμου τούτου λειτουργήσουσιν οἱ πλουσιώτατοι.“ ὡς ἐπὶ τὸ πλεῖστον δὲ αἱ ἄτεχνοι ἰσχυρότεραί εἰσι τῶν ἐντέχνων. διὰ τί ; ὅτι αἱ μὲν ἀφʼ ὡρισμένων πραγμάτων λαμβάνονται καὶ σχεδὸν ὡμολογημένων, ταύτας δʼ εὕρηκεν ὁ ῥήτωρ, καὶ δεῖ αὐτὰς κριθῆναι. χρὴ δὲ τὰς μὲν ἰσχυρὰς ἀντιθέσεις, (ἰσχυρόταται δέ εἰσιν αἱ συνεκτικώταται τοῦ ἀντιδίκου) προδιαβάλλσντα εἰσάγειν ὡς μεμηχανημένας, καὶ ἀδόξοις τοῖς ὀνόμασι ὡς μάλιστα πειρᾶσθαι αὐτὰς ἀσθενῶς εἰσάγειν ἢ προσθέντα τι ὄνομα ἄδοξον ἢ ἀφελόντα, οἷον ὡς ἐπʼ ἐκείνου οἱ νησιῶται πωλοῦσι τὰ γένη, καὶ οὕτω πέμπουσι τὸν φόρον, καὶ βουλὴ πρόκειται. ἐνταῦθα τί ἐστι τὸ συνεκτικώτατον τοῦ ἀντιδίκου, τὸ συμφέρον· σὺ οὖν πῶς ἂν εἰσάγοις τὴν ἀντίθεσιν; ὃν 6 ὅλον πρᾶγμα ἀτύχημα συμβέβηκεν εἰ γὰρ ἀπέδρα λαβὼν ἀργύριον, ἕπεται τὸ ἀτύχημα λογίζεσθαι τὸ συμβάν. Ἴδωμεν τοίνυν ἑκάστου τὸν καιρόν. ὅταν μὲν οὖν πάνυ θαρρῶμεν τῇ λύσει, συνάψομεν τῇ ἀντιθέσει καὶ τὰς κατασκευὰς καὶ ποιήσομεν ἀξιοπιστίαν· τότε δὲ δοκοῦμεν πάνυ θαρρεῖν τῇ λύσει, εἰ κατασκευάσαντες τὴν ἀντίθεσιν πολλὰς παρέχομεν τὰς λύσεις, τὰς κατασκευὰς δὲ αὐτῆς διελόντες ὡς ἀντιθέσεις εἰσάγομεν, ἵνα πυκνὸς καὶ ἀγωνιστικὸς ὁ λόγος γένηται, ὡς ἐν τῷ δευτέρῳ τῶν Φιλιππιπῶν· μία μὲν γὰρ ἦν ἀντίθεσις, ὅτι φοβερὸς ὁ Φίλιππος. κατασκευαὶ δὲ τούτου τίνες; ὅτι χωρία εἴληφεν, ὅτι συμμάχους ἔχει, ὅτι πεζεταίρους ἴσχει, ὅτι τὸν Μακεδονικὴν δύναμιν περιέχει. ταύτας γὰρ τὰς κατασκευὰς ὡς ἀντιθέσεις εἰσήγαγε, δι ἃς εἴπομεν αἰτίας.

---

Valerius Apsines, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2027.tlg001.local001/.
