# Ars rhetorica 10-2

Valerius Apsines, Ars rhetorica, ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/valerius-apsines/ars-rhetorica/10-2

Ὁπόταν ἀδίκημά τινος κατηγορῶμεν, δοκοῦν μικρὸν εἶναι, ἄξιον τοῦτο αὐτὸ ἐπισημηνάμενον, ὡς οὐ χρὴ προλαμβάνειν οὐδὲ προκαταγινώσκειν τοῦ ἀγῶνος, ὡς περὶ μικρῶν, ἀλλὰ περιμένειν τὴν ἀκρόασιν οὕτω διηγεῖσθαι. Ὁπόταν πάθος μέλλωμεν διεξιέναι, οἷον λοιμώδη φθορὰν τι τοιοῦτον,ἁρμόσει ἐπισημηνάμενον ἐν καταστάσει, ὡς ἔστιν οἰκτρὰ καὶ ἀνιαρὰ τὰ ῥηθησόμενα, ἀναγκαῖα δέ, οὕτως εἰσβάλλειν εἰς τὴν διήγησιν, εἶτα προαγαγεῖν διʼ ὑπογραφῆς τὸν λόγον· ταῖς γὰρ ὑπογραφαῖς μάλιστα τὰ πάθη χαίρει ἐν ταῖς διηγήσεσι. μὴ πειρῶ εἰς τὰ καθʼ ἕκαστα καθιέναι εἰ δὲ μή γε, εἰς εὐτέλειαν ἐκπεσεῖται ὁ λόγος· ἀλλὰ τὰ μὲν προφανῶς εἰπὲ ἐν εἴδει, τὰ δʼ ἐν γένει ἔνια δὲ καὶ ἀποσιωπᾶν καὶ παραλείπειν.

---

Valerius Apsines, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2027.tlg001.local001/.
