# Ars rhetorica 13-2

Valerius Apsines, Ars rhetorica, ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/valerius-apsines/ars-rhetorica/13-2

Αἱ παθητικαὶ διηγήσεις οὐ πολὺν ἔχειν ὀφείλουσι κόσμον, ἐκλύουσι γὰρ τὸ ἐναργὲς τοῦ πάθους. χρήσιμοι γὰρ ἐν αὐταῖς καὶ αἱ διαπορήσεις·τί χρή, σιγᾶν ἢ λέγειν; καὶ οἱ μελλησμοί· ἐγὼ μὲν καὶ πρὸς αὐτῷ καθιστάμενος τῷ πάθει ἀναχωρῶ καὶ διαμέλλω. χρήσιμοι δʼ ἐν αὐταῖς καὶ αἱ ἀντεξετάσεις τῶν προγεγενημένων εὐπραγιῶν, καὶ ὅτι ἔδει μὲν ἄχρι τούτων προελθεῖν, λέγειν δὲ ἀνάγκη· καὶ τὸ διὰ μέσου γενόμενον τῆς ἀφηγήσεως ἀποσιωπήσει χρήσασθαι οὐκέτʼ ἂν δυναίμην τὰ πλείω λέγειν. χρήσιμοι δὲ ἐν αὐταῖς καὶ οἱ σχετλιασμοὶ καὶ αἱ ἐπαναλήψεις Θῆβαι δὲ Θῆβαι. χρήσιμοι δὲ καὶ αἱ ὑπογραφαί· ὑπογραφὰς δὲ λέγω τὰ τοιαῦτα, ,,οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα. ταῦτα γὰρ ὑπογραφικὰ καλεῖται.

---

Valerius Apsines, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2027.tlg001.local001/.
