# Ars rhetorica 14-2

Valerius Apsines, Ars rhetorica, ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/valerius-apsines/ars-rhetorica/14-2

Αἱ σφοδραὶ διηγήσεις μάλιστα κατὰ τῶν ἐνδόξων 5 γίνονται. εἰσάγονται δὲ οὐ ψιλαί, ἀλλὰ πολλάκις μετὰ κατηγορίας, ὅταν μὴ μόνον εἴπωμεν τὸ κρινόμενον ἀλλὰ καὶ τὸν ἄλλον βίον τοῦ κρινομένου. παρακατηγορήσομεν δὲ συμμέτρως· ἐξαγώνιον γὰρ τοιοῦτον δοκεῖ. καὶ κατὰ ἀναίρεσιν ἐνίοτε αὐτὰ εἰσάξομεν· οὐ λέγω τόδε οὐδὲ τόδε. ἐνίοτε δὲ καὶ ἀξιοπιστίας ἕνεκα καὶ παραλείπειν ἔνια προσποιησόμεθα διὰ τὸ πλῆθος τῶν ἐνόντων εἰπεῖν, καὶ οὐχ ἀπλῶς λέξομεν ἃ τετόλμηκεν, ἀλλὰ καὶ ·τὴν διάνοιαν προσεξετάζοντες. ἁρμόσει δὲ ἐν ταῖς τοιαύταις ἀποστατικὰ σχήματα καὶ ὅσα ἀκμαῖα· καὶ γὰρ τὰ εἰς ἀρχὴν ἀνάγοντα εἰσάγειν ἁρμόσει αἱ δὲ ἀρχαὶ τῶν τετολμημένων χρήσιμοι· καὶ μὴ ἀνεπισημάντως προσβάλῃς, ἀλλʼ ἐν καταστάσει τὸ μέγεθος ἐπισημηνάμενος.

---

Valerius Apsines, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2027.tlg001.local001/.
