# Ars rhetorica 15-2

Valerius Apsines, Ars rhetorica, ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/valerius-apsines/ars-rhetorica/15-2

Αἰ ἠθικαὶ διηγήσεις διχῶς νοοῦνται, ἢ ὡς ἐσχηματισμέναι, ἢ ὡς ἦθος ἔχουσαι ὑφειμένον. καὶ περὶ μὲν τῶν ἐσχηματισμένων κάλλιον ἐν τῷ περὶ προκαταστάσεως λέλεκται αἱ δʼ ὑφειμέναι διηγήσεις, ὅταν ἢ πρὸς οἰκεῖον πρόσωπον ἢ ἔνδοξον γίνωνται. ἐν ταύταις προσκατηγορίας μὲν οὐ σφόδρα καιρός· αὐτὰ δὲ τὰ πράγματα δεῖ λέγειν, ἢ τοῦ προσώπου προσάπτεσθαι, καί τι καὶ δοῦναι τὴν πρώτην τῷ ἀντιδίκῳ καὶ ἐπαινέσαι, οἷον ἐγὼ τὸν μὲν ἄλλον βίον τἀνδρὸς οὐκ αἰτιῶμαι, ἀλλὰ καὶ ἐπαινῶ τὰ πλείω, πλὴν ἀλλʼ ὤφελεν ἄχρι τούτου ἵστασθαι, ὡς ἐν τῷ Λυσάνδρῳ Ἀψίνης ἠθικῶς ἥψατο τῆς διηγήσεως μάλα τὴν πρώτην ἐπαινέσας ἔνδοξον γὰρ ἦν τὸ πρόσωπον. ὅταν δὲ τὸ μὲν πρᾶγμα ἄδοξον ᾖ, τὸ δὲ πρόσωπον ἔνδοξον ἢ τοὔμπαλιν, ἀτελὲς τὸ ἦθος ὄταν δὲ ἀμφότερα δοκοῦντα ἔνδοξα, πλεῖον τὸ ἦθος καὶ ἡ ἀπαγγελία ἐνταῦθα ἐπιμελεστέρα. καὶ αἱ παραιτήσεις χρήσιμοι γίνονται. ἐνίοτε δὲ οὐδὲ διηγητέον ἐν τοῖς τοιούτοις αἱ γὰρ περὶ μεγάλων ἀφηγήσεις ἐν τοῖς δημοσίοις 5 καὶ κόσμου μετέχουσι πλείονος καὶ κατὰ πλαγιασμὸν εἰσάγονται καὶ κατʼ ἐμβολὰς προαναιροῦνται.

---

Valerius Apsines, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2027.tlg001.local001/.
