# Ars rhetorica 19.1

Valerius Apsines, Ars rhetorica, ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/valerius-apsines/ars-rhetorica/19.1

Ἔτι ἔλεον κινήσομεν ἀπὸ τῆς εὐδαιμονίας τῆς πρὸ τοῦ αὔξοντες αὐτήν, ὡς ἐπὶ Μιλτιάδου, οὗτος μέντοι παρʼ ὑμῖν εὐδοκιμῶν πρὸ τοῦ καὶ τιμῆς καὶ στρατηγίας ἠξιωμένος οὐκ ἐπὶ τῆς αὐτῆς τούτοις χώρας μένει, ἀλλʼ, ὁρᾶτε γὰρ τὴν μεταβολὴν αὐτοῦ τῆς τύχης, κρίνεται μὲν ὡς ἀδικῶν τὴν πόλιν, κεκόμισται δὲ νοσῶν εἰς τὸ δικαστήριον, ἔχει δὲ τὴν ἐλπίδα τῆς ἀφέσεως οὐκ ἐν τοῖς ἑαυτοῦ λόγοις, ἀλλʼ ἐν οἷς ἄλλοι μέλλουσιν ὑπὲρ αὐτοῦ λέγειν. καὶ ὡς ἐπὶ τῶν Ἀθηναίων λόγου χάριν, εἴ τινες ἠξίουν τοὺς Λακεδαιμονίους καταλῦσαι τὴν ἀρχὴν τῶν τριάκοντα. τὴν γὰρ εὐδαιμονίαν τὴν οὖσαν τῇ πόλει πρὸ τοῦ ἐπιών τις καὶ αὔξων καὶ τὰ παρόντα δεινὰ νῦν αὐτοῖς καταριθμούμενος καὶ ἀξιῶν ἐλέου τυχεῖν αὐτοὺς νῦν δόξει δικαίως κεκινηκέναι τὸν τόπον τοῦτον, ὅτι καὶ αὐτῶν τῶν Δακεδαιμονίων οἱ Ἀθηναῖοι μείζονες ὄντες οὐκέτι μὲν ἀμφισβητοῦσι τῶν πρωτείων τῆς Ἑλλάδος, κεῖνται δʼ ἐπʼ ἄλλοις κριθησόμενοι ἐν τῇ τῶν ἠδικημένων φιλανθρωπίᾳ, καὶ ὁμηρεύοντες ὡς Ἀλέξανδρον ἀπάγονται· ἡμεῖς δέ φησιν ἡ κοινὴ τῆς Ἐλλάδος καταφυγή, πρὸς ἣν ἐβάδιζον αἱ πανταχόθεν πρεσβεῖαι, νῦν κινδυνεύομεν περὶ τοῦ ἐδάφους τῆς πατρίδος. κέχρηται τούτῳ τῷ τόπῳ καὶ ὁ Εὐριπίδης. λέγει γοῦν καὶ ἡ Ἑκάβη παρʼ αὐτῷ ἤμην τύραννος κεἰς τύραννʼ ἐγημάμην, κἀνταῦθʼ ἀριστεύοντʼ ἐγεινάμην τέκνα, οὐκ ἀριθμὸν ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν. οὐ Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαρος γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε. τὴν εὐπαιδίαν καὶ τὸ γήμασθαι τυράννῳ καὶ τὸ ἐκ τυράννων γεγενῆσθαι ἀντιπαρατίθησι καὶ τὰ παρόντα δεινά. φησὶν οὖν εὐθὺς καὶ ταῦτʼ ἐπεῖδον δορὶ πεσόνθʼ Ἑλληνικῷ, καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα ἤκουον, ἀλλὰ τοῖσδʼ ἐπεῖδον ὄμμασιν αὐτὴ κατασφαγέντʼ ἐφʼ ἑρκείου Διός, αὐτὴ δὲ δούλη ναῦς ἐπʼ Ἀργείων ἔβην. ἡ ἀντιπαράθεσις τοῖς ἀγαθοῖς τῶν κακῶν τὸν ἔλεον κεκίνηκεν. ἐλεεινοὶ μὲν γάρ εἰσι καὶ οἱ ὁπωσοῦν δυστυχοῦντες, ἐλεεινότεροι δὲ εἶναι δοκοῦσιν οἱ ἐκ λαμπρᾶς εὐδαιμονίας συμφοραῖς μεγάλαις χρώμενοι. ἐπειδὰν δέ τινας τὸν περὶ αὐτῶν κινοῦντες ἔλεον ἀτυχοῦντας ἐπιδεῖξαι θέλωμεν, πάσχοντας αὐτούς κακῶς ἀποδείξομεν ἀπὸ τριῶν τόπων, καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα καὶ κατὰ τὰ ἐκτὸς καλούμενα· καὶ κατὰ μὲν ψυχὴν οὕτως, λύπην λέγοντες ἢ παράνοιαν ἢ τι τῶν τούτοις ἐοικότων. ἔστι δὲ καὶ ὁ ἔρως τῶν τῆς ψυχῆς παθῶν ἔλεον οὖν κινήσει τις καὶ περὶ τοῦ ἔρωτος διεξελθὼν εἰ βιασάμενός τις ἧς ἤρα, ἐπὶ ταύτῃ κινδυνεύοι. τὰ δὲ κατὰ σῶμα οὕτω θεασόμεθα, εἰ τέτρωται, εἰ πληγὰς ἢ μάστιγας ἀνεδέξατο περὶ τὸ σῶμα, εἰ δεσμοῖς κέχρηται, ἤ τινι τοιαύτῃ ταλαιπωρίᾳ. ἐπειδὰν δὲ τῶν τοιούτων ὁτιοῦν προφερόμενος ἐθέλοι τὸν ἔλεον ἐξεργάσασθαι, οὐχ ἀπλῶς δεῖ τὸ στοιχεῖον τοῦ ἐλέου λέγειν, ἀλλʼ ἐπεξιένα σαφῶς καὶ τὰ παρακολουθοῦντα αὐτοῖς, οἷον εἰ λύπη ἢ ἔρως ἢ μανία· τούτων γὰρ ἕκαστον πρᾶγμά ἐστι, καὶ κινεῖ μὲν ἔλεον καὶ ἀπλῶς λεχθέν, μᾶλλον δὲ κινήσει, ὅταν τὰ παρακολουθοῦντατῷ ἔρωτι ἐπεκδιδάσκωμεν ἢ τῇ μανίᾳ ἢ τῇ λύπῃ ἢ ὁτῳδήποτε τῶν τῆς ψυχῆς παθῶν, οἷον, ἐν τίσι γάρ ἐστιν οὗτος, οὐκ οἶδεν, οὐ γυναῖκα γνωρίζει, οὐ παῖδας τοὺς ἑαυτοῦ, οὐ νόμους, οὐ τὸ δίκαιον ἐπίσταται. οὐ συνίησιν ἡμέρας, οὐχ ἡλίου φῶς. φεύγει τὰ τοῖς ἄλλοις ἥδιστα δοκοῦντα εἶναι, ποθεῖ δὲ ἃ φεύγουσιν ἄλλοι, ἐρημίᾳ χαίρει καὶ ἐπεμβαίνει πυρί, καὶ τὸν μετὰ θηρίων μᾶλλον ἀσπάζεται βίον. ἔλαβον τὰ παρακολουθοῦντα τῇ μανίᾳ ἁρμοζόντων ἀπάντων αὐτῶν εἰς τὸν ἔλεον. ὁμοίως καὶ ἐπὶ τοῦ λυπουμένου καὶ ἐπὶ τοῦ ἐρῶντος ἐν μέρει ἐκ τῶν παρακολουθούντων καὶ ἔρωτι καὶ λύπαις λαμβάνοιντʼ ἂν καὶ οἱ περὶ τούτων ἑκάστουλόγοι, ἅμα τε αὐξήσουσι τὸ στοιχεῖον τοῦ ἐλέου καὶ τοὺς δικαστὰς ἐπισπάσονται πρὸς τὸ οἰκεῖον αὐτοῦ. τὸν αὐτὸν τρόπον καὶ ὅταν τῶν ἀπὸ τοὺ σώματος παθῶν κινήσωμεν τὸν ἔλεον, πηρώσεως ἢ δεσμῶν ἢ ἀπὸ τραύματος, καὶ τὰ τούτοις παρακολουθοῦντα ληψόμεθα.τίνα τοίνυν τῇ πηρώσει παρακολουθεῖ; σκότος πολὺ καὶ τὸ μηδενὶ χαίρειν τοῖς αὐτοῖς τοῖς ἄλλοις δύνασθαι, καὶ τῶν ἄλλων ἕκαστα. τὰ δὲ ἐκτὸς καλούμενα θεωρεῖται ἐν σπάνει τροφῆς ἢ χρημάτων. καὶ ἀπὸ τούτων οὖν ἔλεον κινήσομεν λόγου χάριν. καὶ ὁ τέως σὺν πᾶσι τρυφῶν καὶ ἑτέρους εὐ ποιῶν ἐνδεής ἐστι καὶ τοῦ πιεῖν καὶ τοῦ φαγεῖν, παρʼ ἄλλων ἐρανίζεται τροφάς. ὁπόταν μέντοι λαμβάνωμεν τὰ παρακολουθοῦντα τοῖς ἐκτὸς καὶ τοῖς κατὰ σῶμα καὶ τοῖς κατὰ ψυχήν, παραπεφυλαγμένως τοῦτο ποιήσομεν· οὐ γὰρ ταῦτα πάντα ἐροῦμεν κινεῖν τὸν ἔλεον πειρώμενοι τὰ λεχθέντα· ἔλεον οὖν ὁμοίως κινεῖ οἷον ζημία εἰς χρήματα καὶ ἀφαίρεσις οἰκέτου, καὶ τούτων ἕκαστον, ἀλλὰ δουλεία,αίχμαλωσία, θάνατος παιδὸς ἢ γυναικός, τὰ δὲ ἐξέχειν δοκοῦντα τῶν κακῶν καὶ ἐφʼ οἷς λεχθεῖσιν παρακολουθεῖ τὸ δακρύειν, ταῦτα προοισόμεθα καὶ τὰ παρακολουθοῦντα αὐτοῖς ἐπελευσόμεθα, τίνα παιδοτροφίᾳ παρηκολούθησεν, ἐν τίσι νῦν ἐστιν .

---

Valerius Apsines, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2027.tlg001.local001/.
