# Ars rhetorica 5-5

Valerius Apsines, Ars rhetorica, ΠΕΡΙ ΠΑΡΑΔΕΙΓΜΑΤΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/valerius-apsines/ars-rhetorica/5-5

Δεῖ δὲ ἐν τοῖς παραδείγμασι γοργῶν σχημάτων· τῇ γὰρ ἑαυτῶν φύσει ἐστὶν ὕπτια, ἅτε δὴ ἀφηγηματικὰ ὄντα, καὶ οὐ κατὰ διακοπὴν εἰσαγόμενα, ὡς ἐν ἐκείνῳ· „μλέγεται κατὰ τίην παλαιὰν εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι, ᾧ σκέψασθε τίνων ὑπαρχόντων οὐ γάρ ἐστι διακοπή. ἢ πλαγιασμὸς ἐπάγεται, ὃς ποιεῖ εὐτονίαν, ὡς ἐν τῷ πρὸς Λεπτίνην· ,,λέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ.“ εἶθ᾿ ὁ πλαγιασμὸς εὐθέως ἕπεται, „λόγων δὲ γενομένων·“ ἢ ἄλλο τι τῶν γοργῶν σχημάτων τίθεται δὴ κατὰ πλαγιασμὸν ἢ κατὰ συστροφὴν καὶ τόνον λαμβάνει, ὡς παρὰ Δημοσθένει· „εἰ γὰρ ὅθ᾿ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες.“ πολλάκις δὲ προσπλέκεται παραδείγματα παραδείγμασιν, ἃ μὴ διαιρεθέντα ἀπ᾿ ἀλλήλων ὑπόνοιαν ἐμποιεῖ, ἢ καὶ ὑποβάλλεται τὰ παραδείγματα. ἐνίοτε δὲ 8 καὶ ἀτελῆ ταῦτα ἐῶμεν ἄχρι τοῦ χρησίμου μνησθέντες, ὡς ἐν τῷ πρὸς Λεπτίνην ἐν τῷ περὶ τοῦ τειχισμοῦ τοῦ Θεμιστοκλέους· „λέγεται τοίνυν ἐκεῖνος τειχίζειν εἰπών, κἂν ἀφίκηταί τις ἐκ Λακεδαίμονος κατέχειν κελεύσας, οἴχεσθαι πρεσβεύων ὡς τοὺς Λακεδαιμονίους. λόγων δὲ γενομένων ἐκεῖ καί τινων ἀπαγγελλόντων, ὡς Ἀθηναῖοι τειχίζουσιν τὴν πόλιν, ἀρνεῖσθαι.“ εἶτα οὐκ ἐπεξῆλθε διὰ τέλους τῷ παραδείγματι, ἀλλ᾿ ἄχρι τοῦ χρησίμου κατὰ τὸ προκείμενον εἰπών τὰ ἑξῆς εἴασεν ἐπενεγκών „καὶ πάντες ἴσως ἐπίστασθε ὃν τρόπον ἐξαπατῆσαι λέγεται.

---

Valerius Apsines, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2027.tlg001.local001/.
