# Ars rhetorica 8-3

Valerius Apsines, Ars rhetorica, ΠΕΡΙ ΛΥΣΕΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/valerius-apsines/ars-rhetorica/8-3

Καὶ ἡ εἰς ἄτοπον ἀπαγωγὴ ἰδέα λύσεων οὐκ ἀγεννής, ὅταν λέγωμεν ὅτι κατὰ τοῦτον τὸν λόγον πολλῶν καὶ ἄλλων ἀποστατέον, καὶ εἰς ἀπέραντον προβήσεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ἐξαπατᾶται,φησίν, ὁ δῆμος, καὶ διὰ τοῦτο οὕτως ἔθηκα τὸν νόμον, τοῦτο ἔλυσε τῇ εἰς ἄτοπον ἀπαγωγῇ χρησόμενος· ,,τί οὖν κωλύει πάντα ἀνῃρῆσθαι 7 κατὰ τοῦτον τὸν λόγον; οὐ γὰρ ἔστιν ἐφʼ ὅτῳ τοῦτο οὐ πεπόνθατε τῶν πάντων, ἀλλὰ καὶ ψηφίσματα πολλὰ πολλάκις ἐξαπατηθέντες ἐψηφίσασθε, καὶ ὅλως ἐν οἶμαι πολλοῖς οἷς πράττετε καὶ τοιοῦτό τι συμβαίνειν ἀνάγκη. καὶ πάλιν ἐν ἐκείνῳ τῷ ζητήματι· ἀποστατέον, φησί, τῶν γάμων ἡμῖν διὰ τὰ προσόντα λυπηρά· τί οὖν κατὰ τοῦτον τὸν λόγον κωλύσει πολλῶν καὶ ἄλλων ἀποστῆναι τῶν κατὰ τὸν βίον, καὶ πολιτείας καὶ κτήσεως καὶ ἀποδημιῶν, ἐπειδὴ ἔσθʼ ὅτε καὶ ἐν τούτοις λυπηρόν τι συμβαίνει.

---

Valerius Apsines, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2027.tlg001.local001/.
