# Ars rhetorica 8-4

Valerius Apsines, Ars rhetorica, ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/valerius-apsines/ars-rhetorica/8-4

Ἐπαναμνήσομεν δὲ καὶ διὰ τῆς συγκρίσεως τῶν ἀμφοτέροις δικαίων,οἷον,ὁ μὲν ἤκει πρὸς ὑμᾶς τῆς ἀδείας τυχεῖν βουλόμενος, ἐμπρήσας μὲν ὑμῶν τὰς τριήρεις, γεγονὼς δὲ ὑμἴν τηλικαύτης αἴτιος ζημίας, προβαλλόμενος δὲ τὴν στρατηγίαν, ἐν ταῦτα διεπράξατο ἐγὼ δὲ ὑπάγων αὐτὸν τοῖς νόμοις καὶ βουλόμενος ὑμῖν αὐτὸν τιμωρίαν ὑποσχεῖν ἀνθʼ ὧν ἐζημίωσε τὸ κοινόν. καὶ ὁ μὲν πρὸς τῷ τὴν πόλιν αὐτὸς ἠδικηκέναι καὶ τοῖς ἄλλοις στρατηγοῖς οἴεται ἄδειαν παρασχεῖν τοῦ τὰ ὅμοια πράττειν· ἐγὼ δὲ καὶ τούτους ἡγοῦμαι τῷ τὰ ὅμοια τούτῳ παθεῖν δεδοικέναι μηδὲν ὅμοιον αὐτῷ ζημιῶσαι τὴν πόλιν. ἢ οὕτως ἀντιπαραβαλοῦμεν τὰ ἀλλήλων δίκαια· ἐγὼ μὲν ἀξιῶν ὑμῖν τούς νόμους εἶναι κυρίους δευρὶ πάρειμι, ὁ δὲ ἀκύρους αὐτοὺς καὶ μηδενὸς ἀξίους· κἀγὼ μὲν τιμᾶσθαι παρʼ ὑμῖν τούς ὑμετέρους εὐεργέτας, ὁ δὲ τούς ἄνωθεν ὑμᾶς λελυπηκότας· κἀγὡ μὲν τοῦτο γενέσθαι ὃ πραχθὲν οὐ ζημιώσει τὴν πόλιν, ὁ δὲ ἐξ οὗ τὸ κοινὸν μέλλει βλάπτεσθαι.

---

Valerius Apsines, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2027.tlg001.local001/.
