# Anthologiarum libri ix 1-130

Vettius Valens, Anthologiarum libri ix, Liber VI., η΄ . Περὶ χρόνων ζωῆς ἀπὸ πανσεληνιακοῦ καὶ ὡροσκοπικοῦ γνώμονος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/1-130

Ἐπεὶ δὲ τὴν μὲν εὕρεσιν τῶν ζητουμένων ῥᾳδίαν ἐκεκτήμην διὰ τὴν συνεχῆ γυμνασίαν καὶ ποικίλης ἀγωγῆς ὕλην, ἡ δὲ διάκρισις καὶ ὁ σαχὴς ἔλεγχος ἐδεῖτο χρόνου, οὖτος δέ μοι βραχὺς περιελείπετο (ἔστι γὰρ στιγμιαῖος ὁ τῶν ἀνθρώπων βίος, κἂν πάνυ τι δόξῃ ὑπερρρονεῖν), ὡσὰν πατὴρ πρὸς τῷ τέλει τοῦ βίου νόσῳ βαρούμενος τέκνοις ἐντολὰς συντόμους καταλείπει, πρὶν φθάσαι τὴν φίμωσιν, καὶ αὐτὸς μετὰ πάσης σπουδῆς τὰ συνεμπίπτοντά μοι κεφάλαια τῶν θεμωρημάτων ἀνασκοπούμενος ἐθημειούμην, τοῖς φιλοκάλοις ἀρχὴν εἰσόδου δωρούμενος. εἰ δὲ ἦν μακρόβιος ἢ ἀθάνατος ὁ νοῦς, ἀναμφίλεκτος καὶ μονομερὴς ἡ διάκρισις ἐτύγχανε· θεοὶ δὲ πάντα ἴσα σι. ἐπεὶ οὖν συνεκτικώτατον κεφάλαιόν ἐστι τὸ περὶ χρόνων ζωῆς, πολυμερῶς τε οὕτως τοῖς ἔμπροσθεν συντέτακται. συμβαλὼν δέ τινι μεγαλαυχοῦντι περὶ ἑτέρας ἀγωγῆς εὗρον διὰ πολλῆς πλάνης μεθοδικῶν ἀριθμῶν πεποικιλμένην τὴν αἵρεσιν, ἣν καὶ αὐτὸς πρότερον μὲν ἠπιστάμην σαφέστερον καὶ νῦν δᾶ διὰ τὴν φιλονεικίαν διασαφήσω ἐκκόψας τάς ματαιολογίας. πᾶσα γάρ ἀγωγή συγκρινομένη πρὸς ἑτέραν καὶ τὸν ἔλεγχον λαβοῦσα φυσικὴν καὶ ἀκριβῆ καὶ τὴν θεωρίαν ἐνδείκνυται.

---

Vettius Valens, Anthologiarum libri ix, ed. Wilhelm Kroll. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1764.tlg001.local001/.
