# Anthologiarum libri ix 1-135

Vettius Valens, Anthologiarum libri ix, Liber VII., γ΄. Ἀγωγὴ περὶ χρόνων πρὸς τὸν κλῆρον τῆς τύχης καὶ τὸν τούτου κύριον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/1-135

Πότερον οἱ παλαιοὶ τὴν ἐνέργειαν τῆς προγνώσεως ἐπιστάμενοι διὰ τὸ μεγαλαυχὲς καὶ ἀνθρωπίνῃ φύσει δυσέφικτον φθόνῳ ἐνεχθέντες ἀπέκρυψαν ἢ μὴ καταλαμβανόμενοι, ἅπερ ἡ φύσις διήρθρωσε καὶ ἐνομοθέτησε καὶ ἀνάγκῃ περικλείσασα ἀρθόνως ἀνθρώποις ἐδωρήσατο, ὅμως ἠνίξαντο, οὐκ ἔχω λέγειν. οὐδὲν γάρ μοι δοκεῖ τῶν ἐν κόσμῳ καλλίστων στοιχείων καὶ πλείστων καὶ μεγάλων δημιουργημάτων ὑπὸ τοῦ θεοῦ ἐθονημένον ἀνθρώποις πρὸς καιρικὴν χρῆσιν· οὐδὲ γὰρ ἄν προέδειξε τὸ θεῖον μὴ βουληθὲν παρέχειν. ἀλλʼ ἐκεῖνοι μὲν ὡς ἠθέλησαν ἢ ὡς δδυνήθησαν· διὸ καὶ τὸ κάτω κεφάλαιον αὐτῶν μνημονεύων θαυμάζω τὴν γνώμην σκολιάν τε καὶ δυσθήρατον. ἐγὼ δὲ ὅσα ποτὲ μὲν εἶρον διὰ πείρας προέδειξα, ὅσα δὲ καὶ ἐν τῷ μεταξὺ χρόνῳ ἐπεξεῦρον, οὐκ ἐβουλήθην ἀποκρύψαι διὰ τὸ παράδοξον τῶν πολλῶν ἀποτελεσμάτων, ἀγαθῶν τε καὶ φαύλων, ἐν ὀλίγῳ χρόνῳ γενομένων ἢ καὶ ἐπὶ τοῖς αὐτοῖς ἐπιμενόντων· ἡ δὲ ὑποκειμένη ὑποδιαίρεσις διδάξει τοὺς φιλομαθεῖς· ταύτην γάρ προκρίνας μὲν πασῶν καὶ συγκοσμῆσαι βουλόμενος ἀλλεπαλλήλως κατὰ τὴν λεπτομέρειαν διασαφ ήσω. ἡ γάρ πλατικὴ θεωρία ἀμαυροτάτην τάξιν ἔχουσα διὰ τὴν ἀκόλαστον τῶν ἐντυγχανόντων γνώμην ἐλέγχεται ῥᾳδίως. μὴ ὑπολάβῃ δέ τις διὰ τὸ ποικίλον καὶ πολυμερὲς τεχνικὸν ὑπάρχειν τὸν λόγον, ἀλλʼ ἐκθειάζειν τὴν φύσιν· πολλοὶ μὲν γὰρ πολλὰς αἱρέσεις διαγραψάμενοι οὐδεμίαν βεβαίαν συνέταξαν.

---

Vettius Valens, Anthologiarum libri ix, ed. Wilhelm Kroll. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1764.tlg001.local001/.
