# Anthologiarum libri ix 1-156

Vettius Valens, Anthologiarum libri ix, Liber IX., ιγ΄ Ἀγωγὴ περὶ χρόνων ζωῆς ἐμπράκτων καὶ ἀπράκτων πρὸς Ἥλιον καὶ Σελήνην.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/1-156

Καὶ τοῦτο δέ μοι παρεισῆλθεν περὶ τῆς προκειμένης ἀγμωγῆς, τουτέστι τῶν κζ΄ ἐτῶν, καὶ κδ΄ κύκλους σεληνιακοὺς ὑποτάξαι· ὁπόταν μὲν τὸν ἀριθμὸν ἐπιδέχηται ἡ γένεσις. πραγματεύεσθαι ὡς προγέγραπται· περὶ δὲ τῶν νηπίων γενέσεων οὕτως. ἀπὸ μὲν τῆς Σελήνης τὴν ἄφεσιν ποιούμενος διδόναι ἑκάστῳ ζῳδίῳ μῆνας β΄ καὶ ἔπειτα ἕως τῆς σεληνιακῆς συναφῆς καὶ τριγώνου ἢ τετραγώνου, εἷτα καὶ τῆς τῶν κακοποιῶν ἀκτινοβολίας κέντρου κατὰ τὴν αὐτὴν συνηγγισμένην τῶν τῆς ὐποστάσεμως χρόνων. ἀπὸ δὲ τῆς ἡλιακῆς ἀφέσεως ἑκάστῳ ζῳδίῳ διδόναι μῆνας λ΄ καθὼς ἐπὶ τοῦ κλήρου τὴν διαίρεσεν λεπτομερεστέραν προετάξαμεν, οἰκονομεῖν, μέχρις ἐκ μηνιαίων ἢ ἐνιαυσιαίων ὑπόστασιν ἀναδέξηται ὁ χρόνος.

---

Vettius Valens, Anthologiarum libri ix, ed. Wilhelm Kroll. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1764.tlg001.local001/.
