# Anthologiarum libri ix 1-158

Vettius Valens, Anthologiarum libri ix, Liber IX., ιε΄. Ὅτι δεῖ τὴν γεννητικὴν ὥραν πρὸς μέρος ἀκριβῶς στῆσαι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/1-158

Ἐπει δὲ ὁ παλαιὸς καὶ Μούσαις μεμελημένος κοφὸς ἀνὴρ ἔριδας ὑπεστήσατο, ὧν τὴν μὲν πολεμικὴν καὶ φοβεράν, αἵματι καὶ λύπαις καὶ θανάτῳ χαίρουσαν μάχαις τε καὶ φθόνοις καὶ κακωτικαῖς αἰτίαις, τὴν δʼ ἑτέραν ἐργοπόνον τε καὶ φιλόκαλον εἰρηνικήν τε καὶ ἀμετανόητον τοῖς ἔργοις διὰ τὸ τοὺς πόνους εἰς ἡδονὰς μετατίθεσθαι — ἀγαθὴ δὲ ἡ θεός, ἧς καὶ αὐτὸς ἐραστὴς ἐγενόμην βουληθεὶς κατὰ τῶν ἀντιτασσόντων καὶ βασκάνων νῖκος ἄρασθαι διὰ τῆς ἐμῆς ἐμπειρίας καὶ φιλοκάλης γνώμης, οὐκ ἠρκέσθην ταῖς προγεγραμμέναις ἀγωγαῖς εἰς πίστιν τοῖς μεταγενεστέροις καὶ φιλοκάλοις καταλεῖψαι, ἀλλὰ καὶ ἑτέραν δυναστικὴν ἐξεῦρον διασαρ ήσας, ὅπως δοκιμάσαντες καθʼ ἕταστον κεφάλαιον τὴν ἐμὴν ἀφθονίαν μετά πάσης παρρησίας καὶ σεμνῆς φιλονεικίας τὰς ὀλεθρίας καὶ βλασφήμους τῶν πολεμίων κατασβέσωσι φωνάς (μαραίνεται γάρ ὁργὴ ὑπὸ φθόνου καὶ λύπης τρεφομένη, καὶ μάλιστα ὁπόταν αἱ ἔχθραι εἰς ἧτταν ῥέπωσιν) οὕτως τε ἐγγυμναω προθύμως ταῖς ὑφ’ ἡμῶν συντάξεσι τὸν ψόγον τῆς θεωρίας εἰς ἔπαινον διακηρύξωσιν, εἰδότες ὅτι καὶ τέρψιν καὶ ἡδονὴν ὠφέλειαν καὶ μακαριότητα καὶ ὑπὲρ πολλῶν φρόνησιν ἐπιστήμη κέκτηται. ἀλλʼ ἐπὶ τὸ προκείμενον τὴν διάνοιαντ τρέψωμεν.

---

Vettius Valens, Anthologiarum libri ix, ed. Wilhelm Kroll. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1764.tlg001.local001/.
