# Anthologiarum libri ix 16-2-17

Vettius Valens, Anthologiarum libri ix, 16 to 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/16-2

Ἀφροδίτη καὶ Ἑρμῆς σύμφωνοι· εὐομίλους γὰρ καὶ ἐπιχαρεῖς ποιοῦσι φιλοφίλους τε καὶ φιληδόνους καὶ περὶ παιδείαν καὶ σωφροσύνην τὸν νοῦν ἔχοντας καὶ τιμὰς καὶ δωρεὰς λαμβάνοντας· τοῖς δὲ μετρίᾳ τύχῃ καθεστηκόσι λήψεις καὶ ἀγορασμοὺς καὶ συναλλαγὰς ἀποτελοῦσι καὶ ἔπαισχρον βίον μερίζουσιν· εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἀστάτους καὶ ἀδιαφόρους καὶ εὐμετανοήτους περὶ τὰς συμβολάς. Ἑρμῆς καὶ Ἥλιος πολυφίλους καὶ ὑποκριτικοὺς ποιοῦσι, ποικίλους δὲ καὶ ἐγκρατεῖς καὶ δημοσίοις τόποις τὰς ἀναστροφὰς ἔχοντας, καθαρίους περισσόφρονας κριτικούς, καλῶν ἐραστάς, πολυΐστορας, μύστας θείων, εὐεργετικοὺς φιλοσυνήθεις αὐτάρκεις θρασυδείλους, γενναίως τά καταπίπτοντα φέροντας, δυσεπιτεύκτους καὶ ἀνωμάλους περὶ τὸν βίον, ὑψοταπεινώμασι γινομένους, οὐκ ἀπόρους, ἀναβιβάζοντας δὲ κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν.

---

Vettius Valens, Anthologiarum libri ix, ed. Wilhelm Kroll. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1764.tlg001.local001/.
