# Anthologiarum libri ix 2-49

Vettius Valens, Anthologiarum libri ix, Liber IV., ι΄. Περὶ μερισμοῦ ἐτῶν καὶ μηνῶν καὶ ἡμερῶν πλειόνων καὶ ἐλαττόνων καὶ ὡρῶν ἐκάστου ἀστέρος καὶ τούτων χρήσεις εἰς τὰς γενέσεις.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/2-49

Οἷον ἔστω ὑποδείγματος χάριν Ἥλιος Ἑρμῆς Αἰγοκέρωτι, Κρόνος Ζεὺς Λέοντι, Ἄρης Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Διδύμοις, ὡροσκόπος Λέοντι, ὁ κλῆρος τῆς τύχης Ἰχθύσιν, ὁ τοῦ δαίμονος Αἰγοκέρωτι· ἔνθεν καὶ ἡ ἄφεσις ἔστω τῆς τύχης ἀπὸ Ἰχθύων. ζητεῖν τοῦ τετάρτου ἔτους Μεσωρὶ ις΄ σὺν ταῖς ἀνὰ ε΄ ἑκάστου ἔτους. ἐπεὶ οὖν τοῖς Ἰχθύσι τὰ ιβ΄ οὐδέπω ἐμέρισε, δέδωκα αὐτοῖς ἔτος α΄, εἶτα Κριῷ ἔτος α΄ μῆνας γ΄, Ταύρῳ μῆνας η΄· γίνεται ἔτη β΄ μῆνες ια΄. εἶθ᾿ ἑξῆς δώσει Ἑρμῇ ἔτος α΄ μῆνας η΄ ἔως συμπληρώσεως τῶν τεσσάρων ἐτῶν καὶ μηνῶν ζ΄· οὐδέπω δʼ ἡ γένεσις πεπλήρωκε τοῦτον τὸν χρόνον. ἔστω οὖν χρονοκράτωρ Ἑρμῆς ἤδη ἔχων μῆνας η΄ ἡμέρας ιε΄ γίνονται ἡμέραι σνε΄· ταύτας δέον ἐπιμερίσαι κατὰ τὸ ἑξῆς· ἐξ ὧν ἑαυτῷ πρῶτον Ἑρμῆς τουτέστι τοῖς Διδύμοις ἔδωκεν ἡμέρας ν΄, εἶτα Καρκίνῳ ἡμέρας ξβ΄ ἥμισυ, εἶτα Λέοντι ἡμέρας μζ΄ ἥμισυ, εἶτα Παρθένῳ ν΄, εἶτα Ζυγῷ κ΄· γίνονται ἡμέραι σλ΄ λοιπαὶ ἡμέραι κε΄ ταύτας Ἄρης ἕξει ἐν Σκορπίῳ ἐκ τῶν τῆς Ἀφροδίτης ἡμερῶν καὶ μέχρι συμπληρώσεως τῶν λζ΄ ἥμισυ· τὰς οὖν κε΄ ἡμέρας ὁ Ἄρης ἐπιμερίσει τοῖς ἑξῆς· πρῶτον δὲ ἑαυτῷ ἡμέρας γ΄ ὥρας γ΄, εἶτα Τοξότῃ ἡμέρας β΄ ἥμισυ, εἶτα Αἰγόκερῳ ἡμέρας ε΄ ὥρας ιε΄, εἶτα Ὑδροχόῳ ἡμέρας ς΄ ὥρας ς΄, εἶτα Ἰχθύσι ἡμέρας β΄ ἥμισυ· Κριῷ ἡμέρας γ΄ ὥρας λ΄, Ταύρῳ εἰς συμπλήρωσιν τῶν κε΄ ἡμερῶν τὰς λοιπάς. καθολικὸς οὖν κοσμοκράτωρ Ζεύς, δεύτερος Ἑρμῆς ἀπὸ Διὸς παραλαβών. τρίτος Ἄρης ἀπὸ Ἑρμοῦ, τετάρτη Ἀφροδίτη ἀπὸ Ἄρεος. σκοπεῖν οὖν δεήσει δεήσει τούτους ἐπὶ γενέσειως, τῶς εἰσι κείμενοι καὶ πῶς πρὸς ἀλλήλους σχηματίζονται, καὶ οὔτως ἀποφαίνεσθαι.

---

Vettius Valens, Anthologiarum libri ix, ed. Wilhelm Kroll. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1764.tlg001.local001/.
