# Anthologiarum libri ix 2-63

Vettius Valens, Anthologiarum libri ix, Liber V., ζ΄. Περὶ ἡμέρας χρηματιστικῆς τε καὶ ἀπράκτου. ἀληθὴς αὕτη ἡ διαίρεσις τῶν ἡμερῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/2-63
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/vettius-valens/anthologiarum-libri-ix/2-63
CTS URN: urn:cts:greekLit:tlg1764.tlg001:2-63

Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἀδριανοῦ ἔτος δ΄ Μεχὶρ ιγ΄ ὥρα νυκτερινὴ α΄, ζητεῖν δὲ τῷ κ΄ ἔτει Ἀντωνίνου Φαωφὶ ι΄· εἰσὶ σμγ΄, καὶ γίνονται ὁμοῦ υλβ΄. ἀφαιρῶ τὰς τξ΄, λοιπαὶ οβ΄. ταύτας ἀπολύω ἀπὸ τοῦ ὡροσκόπου Παρθένου· κατέληξεν ἐν Λέοντι. ἡ ἡμέρα ἐν τῳ ἀποκλίματι· ὁ κατὰ γένεσιν κύριος Ἥλιος ἠναντιώθη τῇ ἡμέρᾳ· ἦν γὰρ ὁ Ἥλιος ἐπὶ τῆς γενέσεως Ὑδροχόῳ καὶ ὁ κατʼ ἐπέμβασιν Ἄρης καὶ ἡ Σελήνη Αἰγόκερῳ ἀπόστρφος· μετέωρος ἡ ἡμέρα. ἦν δὲ καὶ εἰς τὸν περὶ δούλων τόπον· γέγονε στόμαχος πρὸς δουλικὸν πρόσωπον. καὶ αὕτη δὲ ἡ ἀγωγὴ φυσική, ἐν οἷς ἂν ὁ Ἥλιος γενόμενος προμηνύει τὸ ἐν τῷ μηνὶ ἀποτέλεσμα γενόμενον.

---

Vettius Valens, Anthologiarum libri ix, ed. Wilhelm Kroll. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1764.tlg001.local001/.
