# Anthologiarum libri ix 2-79

Vettius Valens, Anthologiarum libri ix, Liber VIII., γ΄. Πῆξις ὡροσκοπούσης μοίρας πρὸς τὰ προκείμενα β΄ ὄργανα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/2-79

Ὑποδείγματος χάριν ἔστω Ἡλιος Ταύρου μοίρᾳ γ΄ . Σελήνη Κριοῦ μοίρᾳ β΄· τὸ μὲν ἀπὸ Ἡλίου ἕως Σελήνης διάστημα γίνεται τκθ΄, αἵπερ εἰσὶν ἡμέραι σεληνιακαὶ κζ΄ , τὸ δὲ ἀπὸ τῆς συνοδικῆς ἕως τῆς σεληνιακῆς ἡμερῶν ἐστιν κθ΄ ἀρεῖλον τὰς συνοδικὰς ἡμέρας ἕως πανσελήνου, αἵπερ εἰσὶν ἡμέραι ιε΄ λοιπαὶ γίνονται ἡμέραι ιδ΄ ταύτας πολλαπλασιάζω ἐπὶ τὸν ιβ΄, γίνονται ρξη΄ . τὸ δὲ διάστημα τῆς διαμετρούσης τὸν Ἡλιον μοίρας ἀπὸ Σκορπίου μοίρας γ΄ ἕως τῆς σεληνιακῆς μοίρας γίνεται ρμθ΄ μοῖραι· πλεονάζουσι δὲ αἱ ρξη΄ τῶν ρμθ΄ μόραις ιθ΄· δεῖ γὰρ ἴσους τοὺς ἀριθμοὺς λογίζεσθαι. ἔσται οὖν ἡ διάστασις οὐκ ἀπὸ τῆς συνοδικῆς ἡμέρας καὶ μοίρας, ἀλλʼ ἀπὸ τῆς ἐχομένης τουτέστιν τοῦ φωτισμοῦ τῆς πανσελήνου. δεῖ οὖν ἀφαιρεῖν τοῦ μεγέθους τὸ δοκοῦν περισσὸν εἶναι τῶν ιθ΄ μοιρῶν, ὅπερ ἐστὶν ἡμέρα α΄ ἥμισυ σεληνιακή· ἐὰν οὖν τὴν α΄ ἥμισυ ἡμέραν ἀφέλωμεν ἀπὸ τῶν ιδ΄ ἔσονται λοιπαὶ ιβ΄ ἥμισυ, ὅσαι ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας ἕως ἐπὶ τὴν σεληνιακήν. καὶ ἐπειδὴ τὸ ἀπʼ αὐτῆς τῆς σεληνιακῆς ἕως ἐπὶ τὴν μέλλουσαν σύνοδον διάστημά ἐστι μοιρῶν λβ΄ ὅπερ ἐστὶν ἡμέραι σεληνιακαὶ β΄ ἥμισυ, ἐὰν ταύτας προσθῶμεν ταῖς ιβ΄ ἡμίσει, ἔσονται ιε΄ πλήρης τὰ τοῦ κύκλου· ὁ γὰρ τῆς Σελήνης συνοδικὸς κύκλος ἐστὶν ἡμερῶν κθλ΄, ὁ δὲ περιδρομικὸς ἡμερῶν κζ΄ γ΄ , ὁ δὲ ἀνώμαλος κζ΄ U+2220΄.

---

Vettius Valens, Anthologiarum libri ix, ed. Wilhelm Kroll. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1764.tlg001.local001/.
