# Anthologiarum libri ix 2-90

Vettius Valens, Anthologiarum libri ix, Liber IX., ζ΄. Περὶ ἀρσενικῆς καὶ θηλυκῆς γενέσεως καὶ τεράτων ἤ τετραπόδων.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/2-90

Οἱον ἔστω ὴ Σελήνη Ἰχθύσι μοίρᾳ ιθ’· τὸ δωδεκατημόριον Ζυγῷ ἀρσενικῷ καὶ ἀνθρωποειδεῖ ζῳδίῳ, καὶ ἡ γένεσις ἀρσενική. ἤ κυρία Ἀφροδίτη Τοξότη· ἡ ὥρα οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἔχει, ἐπεὶ εἰς ἀνθρωποειδῆ ἐξέπεσεν. λαμβάνω οὖν τούς κυρίους τοῦ τε Ζυγοῦ καὶ Κριοῦ, Ἀφροδίτην καὶ Ἄρεα· ἦν δὲ μὲν Ἀρης Παρθένῳ, ἡ δὲ Ἀφροδίτη Τοξότῃ· ὁ δὲ ὡροσκόπος ἐκ τοῦ ἀναφορικοῦ ψηφισθεὶς κατὰ τὸν διδόμενον ὡροσκόπον εὑρέθη Λέοντι μοίρᾳ ιε΄. ἐκβάλλω οὖν ἀπὸ τούτου δωδεκατημόρια ἕως Ἄρεος καὶ Ἀφροδίτης καὶ τὴν συνέγγιστα τῆς ὡροσκοπούσης μοίρας τοῦ Λεόντος ιε΄ ἡγοῦμαι κυρίαν τῆς μονομοιρίας. ἔως οὖν Ἄρεως τοῦ ἐν Παρθένῳ ἀπὸ Λέοντος μοίρας ιε΄ γίνεται νε΄ ἡ διάστασις· εἰς τὰς ιε΄ ἀπολύω ἄλλα δύο δωδεκατημόρια ἕως Σκορπίου· γίνονται μοῖραι ις΄ ἡ γὰρ Ἀφροδίτη Τοξότῃ εὑρέθη, ὥστε καὶ Γοξότῃ μέρος ἐὰν δῶμεν τοῦ δωδεκατημορίου, ἔσονται ιβ΄· συνέγγισται αὗται αἱ μοίραι τῇ τοῦ Λέοντος ιε΄. ἐπεὶ οὖν τὸ δωδεκατημόριον ἔγγιστα ἔχει, δεῖ ζητεῖν μονομοιρίαν Ἀρρο-δίτης Λέοντι περὶ μοίρας ια΄ καὶ ιβ΄ καὶ ιγ΄ κἀκεῖνο ἡγεῖσθαι ὡροθκοπικόν.

---

Vettius Valens, Anthologiarum libri ix, ed. Wilhelm Kroll. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1764.tlg001.local001/.
