# Anthologiarum libri ix 2-93

Vettius Valens, Anthologiarum libri ix, Liber IX., ία. Ποἱοις δεῖ κανόσι χρῆσθαι καὶ τίνα δεῖ παρατηρεῖν καὶ ὅτι οὐδὲν ἐφ᾿ ἡμῖν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/2-93

Ἐλογισάμην οὖν κατʼ ἐμαυτόν, ὅτι οἱ προειρημένοι ἄνδρες τὴν μὲν δύναμιν τῆς ἀριθμητικῆς ήπίσταντο, τὴν δὲ τῶν ζωτικῶν χρόνων εὕρεσιν οὐκ εὐτύχησαν. εἰ γάρ τις αὐτῶν καὶ τοῦτο ἐξίχνευσεν, πάντως ἂν καὶ τὴν κανονοποιίαν τῷ λείποντι μθρίῳ προσηρμόκει. ἐπειράθην μὲν οὖν καὶ αὐτὸς κανόνα συμπῆξαι Ἡλίου τε καὶ Σελήνης πρὸς τὰς ἐκλείψεις· ἐπεὶ δέ με ὁ χρόνος περιέκλειε τὸ τέλος ἐπάγων, ἠνέχθην κατὰ τὸν βασιλέα εἰς τὸ εἰρηκέναι· ἕτεροι μὲν οὖν κατημάξευσαν τάσδε τὰς τρίβους, διόπερ παρίημι τὸν ὑπὲρ τούτων λόγον. ἔδοξεν οὖν μοι χρῆσθαι Ἱππάρχῳ μὲν πρὸς τὸν Ἡλιον, Σουδίνῃ δὲ καὶ Κιδυνᾷ καὶ Ἀπολλωνίῳ πρὸς τὴν Σελήνην, ἔτι δὲ καὶ. Ἀπολλωνίῳ πρὸς ἀμφότερα τὰ εἴδη, ἐάνπερ τις τῇ προσθέσει τῶν η΄ μοιρῶν χρῆται, καθὼς ἐμοὶ δοκεῖ. ἀλλὰ μὴν καὶ καλῶς πραγματευσάμενος τοὺς κανόνας ὡς πρὸς τὰς τῶν φαινομένων θεωρίας ὁμολογεῖν ὡς θνητὸς παρὰ μίαν ἢ δύο μοίρας φέρειν· τὸ γάρ ἀπλανὲς καὶ ἀναμφίλεκτον παρὰ θεοῖς μόνοις πέφυκεν· ἀναφορικῶς δὲ κέχρηνται τῷ προεγκλίματι πεπραγματευμένων κλιμάτων ιθ΄.

---

Vettius Valens, Anthologiarum libri ix, ed. Wilhelm Kroll. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1764.tlg001.local001/.
