# Anthologiarum libri ix 4-20

Vettius Valens, Anthologiarum libri ix, Liber II., μα΄. Περὶ βιαιοθανάτων μεθ᾿ ὑποδείγματος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/4-20
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/vettius-valens/anthologiarum-libri-ix/4-20
CTS URN: urn:cts:greekLit:tlg1764.tlg001:4-20

Συντομωτέραν οὖν τὴν ὑφήγησιν ἐκ τοῦ ζῳδιακοῦ κύκλου προδείξομεν πρὸς τὸ εὐκατάληπτον εἶναι τὸ λεγόμενον. ὁ Κριὸς ἀναιρεῖται ὑπὸ Σκορπίου, ἐστι δὲ ἀμφότερα οἰκητήρια Ἀρεως· ἔστιν οὖν ὁ Ἄρης ἑαυτοῦ ἀναιρέτης, ὅθεν καὶ αὐτόχειρας ποιεῖ καὶ ὑψόθεν ῥίπτοντας καὶ ἑτοιμοθανάτους ἢ συνιστοροῦντας κακοῖς, ληστρικοὺς φονικούς τὰς τῶν θανάτων αἰτίας ἑαυτοῖς ἐπιφέροντας καὶ ὑπὸ θηρίων ἢ πυρὸς ἢ συμπτώσεως ἀπολλυμένους, ἔτι δὲ ἀπὸ τετραπόδων καὶ ἀρμάτων καὶ ἐπαγωγῆς. —Ὁ δὲ Ταῦρος ἀναιρεῖται ὑπὸ Τοξότου, ὅπερ ἐστὶν Ἀφροδίτη ὑπὸ Διός· οὗτοι εὐθανατοῦσιν ἐκ τροφῆς ἢ πληθώρας ἢ οἴνου ἢ συνουσίας ἢ ἀποπληξίας ἀποκοιμηθέντες ἢ ἐκλυθέντες μηδεμιᾶς αἰτίας κακωτικῆς παρεμπεσούσης, ἐκτὸς εἰ μὴ κακοποιὸς ἐπών ἢ μαρτυρήσας ἐκ τῆς ἰδίας φύσεως τὸ τέλος ἐπεισενεγκόμενος τὴν αἰτίαν τοῦ θανάτου δηλώσει. — Οἱ Δίδυμοι ὑπὸ Αἰγόκερω, τουτέστιν Ἑρμῆς ὑπὸ Κρόνου· γίνονται οὖν τινες βιαιοθάνατοι ὑπὸ μελαίνης χολῆς ὀχλούμενοι ἢ νευρικαῖς αἰσθήσεσι περιπεσόντες ἢ ἐν καθύγροις τόποις θηρίων ἑρπετῶν κακώσει ἢ καταδικασθέντες συσχεθέντες πνιγέντες ληστῶν ἢ πολεμίων ἐχόδοις περιπεσόντες ἢ φαρμάκων πείρᾳ διὰ τὸ κάθυγρον. — Ὁ Καρκίνος ὑπὸ Ὑδροχόου, ὅπερ ἐστὶ Σελήνη ὑπὸ Κρόνου· ἀπόλλυνται δὲ διʼ ὑγρῶν ἢ τῶν ἐντὸς ἀχλήσεων ἢ περιπεσόντες σπληνὸς ἢ στομάχου ἀλγηδόσιν, ἀναφοραῖς ὑγρῶν, θαλάσσῃ ποταμοῖς ψυγμοῖς ἑρπετῶν θηρίων ἐπιφοραῖς ἐλεφαντιάσει ἰκτέροις σεληνιασμοῖς φαρμακείαις συνοχαῖς πολυχρονίαις ἑτέραις νόσοις, ἐπὶ δὲ θηλυκῶν μαζῶν ἀλγηδόσι καρκινώμασι κρυπτῶν πόνοις ἢ μήτρας ἢ πνιγμῷ ἢ ἐμβρυοτομίᾳ τοκετῶν. — Ὁ Λέων ὑπὸ Ἰχθύων, Ἥλιος ὑπὸ Διός. ὅθεν τελευτῶσι καρδιακοὶ ἡπατικοὶ ἢ ἐν καθύγροις κινδυνεύουσιν ἢ διʼ ὑγρῶν αἰτιῶν καὶ πτώσεων καὶ διὰ ῥιγοπυρετων ἢ ἐν βαλανείοις ἢ διὰ γυναικῶν δόλους. — Ἡ Παρθένος ὑπὸ Κριοῦ, Ἑρμῆς ὑπὸ Ἄρεως· τελευτῶσι δὲ διὰ προδοσίας καὶ κακουχίας πολέμοις ἢ λησταῖς περιπεσόντες, ἐμπρησμοῖς συμπτώσεσιν ἐπισκιασμοῖς αἰχμαλωσίαις χόλῳ δυναστῶν ἡ διὰ ἀπαγωγῆς ἢ ἀπὸ τετραπόδων ἢ ὕψους πτώσεως, συνθραύσεως μελῶν, θηρίων ἐπιφοραῖς· ἐπὶ δὲ θηλυκῶν προσώπων πτώσεσι κοιλίας, ἐμβρυοτομίαις τοκετῶν, αἱμαγμοῖς φθοραῖς. — Ὁ Ζυγὸς ὑπὸ Ταύρου, Ἀφροδίτη ὑπὸ ἑαυτῆς ὅθεν αὐτόχειρες γίνονται διὰ πόσεως φαρμάκου ἀσπιδόδηκτοι ἐγκρατευόμενοι συνουσιάζοντες, τελευτῶσι σταφυλοτομηθέντες ἀποπνιγέντες κολοβωθέντες ἢ πηροὶ καὶ παραλυτικοὶ γενόμενοι ἢ αἰτίαις διὰ θηλυκῶν προσώπων περιπεσόντες. — Σκορπίος ὑπὸ Διδύμων, Ἄρης ὑπὸ Ἑρμοῦ. διὰ σιδήρου τομῆς μορίων ἕδρας ἢ στραγγουρίας σηπεδόνος ἀγχόνης ἑρπετῶν βίας μάχης, ληστῶν ἐφόδοις ἢ πειρατῶν ἐπιφοραῖς ἢ διʼ ἐξουσίας διὰ πυρὸς σκολοπισμοῦ ἑρπετῶν θηρίων αἰτίας. — Τοξότης ὑπὸ Καρκίνου, Ζεὺς ὑπὸ Σελήνης· τελευτῶσιν οὖν σπληνικοὶ ἢ ἡπατικοὶ στομαχικοὶ ἀναφορικοὶ αἱμοπτυῖκοί, ἀπὸ τετραπόδων πτώσεως ἢ θηρίων δακετῶν αἰτίαις συμπτώσεων ναυαγιῶν καθύγρων τόπων σεληνιασμοῦ πηρώσεως ἐκλύσεμως. — Αἰγόκερως ὑπὸ Λέοντος, Κρόνος ὑπὸ Ἡλίου· τελευτῶσι [γὰρ] καρδιακοὶ καταγματικοί, ἐν βαλανείοις ἢ πυρίκαυστοι, χόλῳ βασιλέως ἢ δυναστῶν ἢ σκολοπισμοῦ θηρίων κακώσεως τετραπόδων ἢ ὕψους πτώσεως. — Ὑδροχόος ὑπὸ Παρθένου, Κρόνος ὑπὸ Ἑρμοῦ· τελευτῶσι δὲ ὑπὸ τῶν ἐντὸς φθισικῇ αἰτίᾳ ὑδρωπικῇ ἐλεφαντιάσει ἰκτερικῇ νόσῳ σιδηροσφαγίᾳ δυσεντερίᾳ γυναικὸς προδοσίᾳ. — Ἰχθύες ὑπὸ Ζυγοῦ, Ζεὺς ὑπὸ Ἀφροδίτης· διʼ ὑγρῶν ἢ φαρμακοποσίας ῥευμάτων ἢ νεύρων αἰσθήσεως μορίων ἥπατος πόνων ἰσχιάδος ἑρπετῶν θηρίων αἰτίας.

---

Vettius Valens, Anthologiarum libri ix, ed. Wilhelm Kroll. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1764.tlg001.local001/.
