Ancient Greek · ~11 min
Liber VII., β΄. Ἀγωγὴ δευτέρα τέρα περὶ χρόνων διαιρέσεως πρὸς τὰς τῶν ζῳδίων ἀναφορὰς καὶ τὰς τῶν ἀστέρων περιόδους.
Vettius Valens, Anthologiarum libri ix 4.1-4
Not analysed yet
Ἄ λλη. Ἥλιος Ἄρης Ἀχροδίτη Τοξδτῃ, Σελήνη Ζυγῷ. Κρόνος Διδύμοις, Ζεὺς Παρθένῳ, Ερμῆς Σκορπίῳ, ώροσκόπος Αίγόκερῳ. τῷ ιθ’ ἔτει πατρὸς βιαιοθανασία καὶ αὐτὸς ἀρθαλμοὺς πονήσας ἐπηρώθη· ἐν δὲ τῷ αύτῷ ἔτει ἐξενίτευσε καὶ κίνδυνον κατὰ θάλασσαν ἔσχε· ἐχρημάτισε γὰρ Ἡλἰου περίοδος συνόντος Ἄρεως καὶ διαμετροῦντος Κρόνου. τῷ δὲ κ΄ ἔτει χρησμῷ θεοῦ ἀγωγῇ καὶ χρίσμασιν ἀνέβλεψε· ἐχρημάτισε μὲν γὰρ τότε Κρόνος τῶν Διδύμων τὰ κ΄ δόντων, ὅθεν καὶ πολλὰ κακὰ ἔπαθε καὶ ἡ Παρθένος τὰ κ΄ ἐδήλου Διὸς ἐπόντος, ἢ Διὸς ιβ΄ καὶ τῆς κατὰ τετράγμωνον Ἀφροδίτης ή γίνεται κ΄. πρὸς πολλούς οὖν ἀστέρας ὁ χρόνος ἐχώρησε, πλὴν δυναμικοὶ οἱ χρηματίζοντες· οἱ δὲ συμπαρόντες ἥ μαρτυροῦντες ἥττονες εἰς εὐεργετεῖν ἢ κακοποιεῖν, ἀλλʼ ὅμως σθένουσι, καὶ μάλισθʼ ὅταν καθὼς προείπομεν συναιρετιστοῦ ζῴδιον ἢ ὕψωμα ἢ τρίγωνον ἔχωσι. τὴν αὐτὴν οὖν δύναμιν ἔσχον οἶ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ ἐν ἀποκλμασι τετευχότες, ἐνεργέστερος δὲ Ζεὺς ζῳδίῳ καὶ τόπῳ περὶ θεοῦ καὶ ξένης· ἄλλως τε καὶ ἐὰν ἰσαναφόροις ζῳδίοις ἤ ὁμοζώνοις εὑρεθῶσιν, εἰσὶν εὔτονοι ὡς κατὰ μαρτυρίαν, καὶ μάλισθʼ ὅταν ἐπίκεντρα ἢ χρηματίζοντα τὰ ζῴδια εὑρεθῇ. Αλλη. Ἡλιος Ζεὺς ὡροσκόπος Καρκίνῳ, Σελήνη Τοξότῃ, Κρόνος Διδύμοις, Ἄρης Ταύρῳ, Ἀφροδίτη Ἑρμῆς Λέοντι· κλίμα γ΄ ἐν ἐπισήμῳ τάξει στρατευσάμενος κατηγορίᾳ περιπεσὼν τῷ λη΄ ἔτει καθῃρέθη τῆς δόξης. ἐχρημάτισε γὰρ ἡ ἀναφορὰ τοῦ Ταύρου κγ΄ καὶ Ἀρεως περίοδος ιε΄ . γίνονται λη΄ ,ἀλλὰ καὶ ἑξάγμωνος πλευρὰ θρόνου καὶ Ἀφροδίτης λη΄ ἀπὸ μὲν οὖν τοῦ λζ΄ ἔτους φθόνους καὶ ἐναντιώματα ὑπέμεινε· Σελήνη γὰρ τὰ κε΄ ἐδήλου καὶ Τοξότης τὰ ιβ΄. γίνονται λζ΄, ἐναντιουμένου Κρόνου· ἀλλὰ καὶ Καρκίνος κε΄ καὶ Ζεὺς ιβ΄, ὅθεν μικρᾶς βοηθείας ἔτυχε. τῷ δὲ λθ΄ ἔτει ἀπολογηθεὶς καὶ δεηθεὶς οὐδὲν ἴσχυσε κατορθῶσαι· Ἑρμῆς γὰρ Λέοντι ὢν τὰς κ΄ ἐμέρισε καὶ τοῦ ζῳδίου ιθ’, καθυπερτερηθεὶς δὲ ὑπὸ τοῦ τὸ αἴτιον ἀποτελοῦντος ἥττων ἐγένετο. ἄλλως τε καὶ ἔμελλεν ἑτέρου ἐναντιώματος ἄρχεσθαι Κρόνος. Διδύμων ἀναφορὰ κη΄ καὶ Τοξότου ιβ΄. γίνονται μ΄ γέγονεν οὖν καὶ ἐν τούτοις τοῖς χρόνοις καὶ ἐν ξενιτείαις καὶ προδοσίας ἀπὸ γυναxκὸς ἔσχε διὰ γραπτὰ καὶ ὑπόχρεως ἐγένετο καὶ ἐπὶ δούλοις ἐλυπήθη, ὧν μὲν διʼ ἀλλοτρίωσιν, ὧν δὲ διὰ φθορὰν καὶ ζημίαν· καὶ αὐτὸς δὲ σωματικῶς ὠχλήθη. ἐπὰν οὖν κακοποιῶν ὄντων τῶν χρόνων μέλλῃ τινὶ ὑπὸ ἀγαθοποιῶν ὐποαίνεσθαι, οὐ παντελὴς μείωσις οὐδʼ ἀδοξία παρακολουθήσεται. προυποσπείρονται γὰρ φιλίαι καὶ ἐλπίδες, διʼ ὧν γενόμενος εὐπαρηγόρητος καθίσταται. ὁμοίως δὲ ἐὰν ἀγαθοποιῶν ὄντων τῶν χρόνων μέλλῃ τι κακοποιὸν συντρέχειν, αἱ μὲν φιλίαι εἰς ἔχθρας συγκατατίθενται καὶ κατʼ ἀλίγον δὲ τοῦ βίου μείωσις γίνεται, τῆς δὲ δόξης καθαίρεσις κατασκευάζεται. ἐὰν δέ πως οἱ τριγώνοις ἥ ἑξαγώνοις ἢ καθʼ ἑτέραν μαρτυρίαν χρηματίσωσιν ἀστέρες, δὲ τῷ ἐξῆς χρόνῳ μὴ συντρέχῃ ἑτέρα μαρτυρία, ἡ πρώτη διακρατήσει· ἢ κἂν ἐξ ὑστέρου οἱ αὐτοὶ ἀστέρες παραλάβωσι τὸν χρόνον, τὴν αὐτὴν δύναμιν τῶν ἀποτελεσμάτων ἐνδείξονται ἐν τοῖς αὑτοῖς πράγμασιν ἢ ταῖς αὐταῖς δόξαις διακρατοῦντες, μέχρις ἂν ἑτέρα δύναμις Ἀρηματίσῃ.