# Anthologiarum libri ix 5-29

Vettius Valens, Anthologiarum libri ix, Liber VII., α΄. Ἀγωγὴ περὶ χρόνμων ἐμπράκ των καὶ ἀπράκ των καἰ ζωῆσ πρός τε τὸν οἰκοδεσπότην καὶ τὰς ἀναφορὰς καὶ τὸν ὡροσκόπον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vettius-valens/anthologiarum-libri-ix/5-29

Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν. πολλάκις δὲ οἱ αὐτοὶ ἀστέρες πολλῶν πραγμάτων δεσπόζουσιν, ἅτινα ἀποτελέσουσι κατὰ τοὺς ἰδίους χρόνους. κἂν ὁμόσε δὲ τύχωσιν τῷ αὐτῷ χρόνῳ, τὰ πράγματα προδηλώσουσι· γνωστέοι δὲ οἱ χρόνοι ἐκ τῆς τῶν ζῳδίων ἀναφορᾶς καὶ ἐκ τῆς ἑκάστου ἀστέρος περιόδου. ἐὰν μὲν οὖν ἐπίκεντροι τύχωσιν ἤ ἐπαναφερόμενοι, τάς ἀναφορὰς καὶ τὰς ἑκάστου ἀστέρος περιόδους ὁλοκλήρους μερίζουσι· καὶ εἰ μὲν πλείων ἡ περίοδος εὑρίσκοιτο τῆς τοῦ ζῳδίου ἀναφορᾶς, ὁ τοὺς χρόνους ἔχων τὴν περίοδον μεριεῖ· εἰ δὲ ἡ ἀναφορὰ τῆς περίοδου πλείων, τὴν ἀναφοράν μεριοῦμεν· ποτὲ δὲ τὰ ὁλόκληρα αὐτῶν ἔτη μερίσουσι. πολλοὶ δὲ ἅμα παρόντες, εἰ μὲν περίοδοι ἐκ πάντων ὑπερβάλλοιεν τῆς ἀναφορᾶς μέγεθος, τὰς περιόδους μερίζουσιν· εἰ δὲ ἐλάττους εὑρίσκοιντο αἱ περίοδοι τῆς ἀναφορᾶς, τὴν ἀναφοράν μεριοῦσιν. ἀλλὰ οἱ λόγον πρὸς μερίσαν ἔχοντες ζῴδιον οἱ γάρ μὴ ἔχοντες λόγον ὥσπερ ἀπὸ τῶν ἀποκλιμάτων οὕτως μερίζουσι τὰ ἐλάχιστα. εἰ δέ τις ἰδιοπροσωπῶν ἢ ἄλλο τι οἰκεῖον ἔχων ζῴδιον τύχῃ, τὴν τοῦ ζῳδίου ἀναφορὰν μόνην μεριεῖ, Τὰ δʼ ἀποτελέσματα γίνεται συμπεραιουμένων τῶν ἀναφορῶν ἢ τῶν περιόδων. ἐὰν δέ πως τοῖς ἀποκλίμασιν εὑρίσκωνται, οὔτε τἀς ἑαυτῶν ἀναφοράς οὔτε τὰς περιόδους τελείας μερίζουσι.

---

Vettius Valens, Anthologiarum libri ix, ed. Wilhelm Kroll. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1764.tlg001.local001/.
